Τὰ ἐν τῇ Φλωρεντινῇ ψευδοσυνόδῳ κατὰ Λατίνων ὑπερφυᾶ κατορθώματα τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΜΑΡΚΟΥ Ἀρχιεπισκόπου Ἐφέσου τοῦ Εὐγενικοῦ.

ἐν διαφόροις ταῖς λέξεσιν, οἱ μὲν Γραικοὶ διϊσχυρίσαντο ὅτι, τοῦθ’ ὅπερ λέγουσι τὸ Πνεῦμα τὸ Ἅγιον ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι οὐ ταύτῃ τῇ διανοίᾳ προσφέρουσιν, ὥστε αὐτοὺς τὸν Υἱὸν ἀποκλείειν, ἀλλ’ ἐπειδὴ παρ’ αὐτοῖς ἐδόκει, φασὶ τοὺς Λατίνους διαβεβαιοῦσθαι, τὸ Πνεῦμα τὸ Ἅγιον ἐκ τοῦ Πατρὸς καὶ Υἱοῦ ὡς ἀπὸ δύο ἀρχῶν καὶ δύο πνεύσεων ἐκπορεύεσθαι, διὰ τοῦτο ἐφυλάξαντο λέγειν, τὸ Πνεῦμα τὸ Ἅγιον ἐκπορεύεσθαι ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ. Οἱ δὲ Λατῖνοι διεβεβαιώσαντο μὴ κατὰ ταύτην τὴν διάνοιαν σφᾶς αὐτοὺς λέγειν τὸ Πνεῦμα τὸ Ἅγιον ἐκ Πατρὸς καὶ Υἱοῦ ἐκπορεύεσθαι, ὡς ἀποκλείειν τὸν Πατέρα τοῦ εἶναι πηγὴν ὡς ἀρχὴν τῆς ὅλης δυότητος, τοῦ Υἱοῦ δηλονότι ἐκ τοῦ Ἁγίου Πνεύματος ἢ ὅτι ἐκ τοῦ Υἱοῦ ἐκπορεύεσθαι τὸ Πνεῦμα τὸ Ἅγιον, ὁ Υἱὸς οὐκ ἔχει ἀπὸ τοῦ Πατρός· ἢ ὅτι δύο τιθέασιν εἶναι ἀρχὰς ἢ δύο πνεύσεις, ἀλλ’ ἵνα μίαν μόνην δηλώσωσιν εἶναι ἀρχὴν καὶ μοναδικὴν προβολὴν τοῦ Ἁγίου Πνεύματος, καθὼς μέχρι τοῦδε διϊσχυρίσαντο. Ἐπειδὴ δὲ ἐκ τούτων ἁπάντων μία καὶ ἡ αὐτὴ τῆς ἀληθείας συνάγεται ἔννοια, τέλος εἰς τὴν ὑπογεγραμμένην Ἁγίαν καὶ θεοφιλῆ, τῇ αὐτῇ διανοίᾳ καὶ τῷ αὐτῷ νοῒ συνεφώνησαν καὶ συνῄνεσαν ὁμοθυμαδόν, ἕνωσιν.

Ἐν τῷ ὀνόματι τοίνυν τῆς Ἁγίας Τριάδος, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος ταύτης τῆς ἱερᾶς καὶ Οἰκουμενικῆς τῆς ἐν Φλωρεντίᾳ ἐπιφημιζομένης Συνόδου, ὁρίζομεν, ἵνα αὕτη ἡ τῆς Πίστεως ἀλήθεια ὑπὸ πάντων πιστευθείη τε καὶ ἀποδεχθείη τῶν Χριστιανῶν καὶ οὕτω πάντες ὁμολογοῦσιν, ὅτι τὸ Πνεῦμα τὸ Ἅγιον ἐκ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἀϊδίως ἐστὶ καὶ τὴν ἑαυτοῦ οὐσίαν καὶ τὸ ὑπαρκτικὸν αὐτοῦ εἶναι ἔχειν ἐκ τοῦ Πατρὸς ἅμα καὶ τοῦ Υἱοῦ καὶ ἐξ ἀμφοτέρων ἀϊδίως ὡς ἀπὸ μιᾶς ἀρχῆς κα μοναδικῆς προβολῆς ἐκπορεύεται, διασαφοῦντες ὅτι τοῦθ’ ὅπερ οἱ Ἅγιοι Διδάσκαλοι καὶ Πατέρες, ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ ἐκπορεύεσθαι λέγουσι τὸ Πνεῦμα τὸ Ἅγιον, εἰς ταύτην φέρει τὴν ἔννοιαν, ὥστε διὰ τοῦτο δηλοῦσθαι καὶ τὸν Υἱὸν εἶναι κατὰ μὲν τοὺς Γραικοὺς αἰτίαν, κατὰ δὲ τοὺς Λατίνους ἀρχὴν τῆς τοῦ Ἁγίου Πνεύματος ὑπάρξεως, ὥσπερ καὶ τὸν Πατέρα καὶ ἐπεὶ πάντα ὅσα ἐστὶ τοῦ Πατρός, αὐτὸς ὁ Πατὴρ τῷ μονογενεῖ αὐτοῦ Υἱῷ ἐν τῷ γεννᾶν δέδωκε πλὴν τοῦ εἶναι Πατέρα, τοῦτ’ αὐτὸ ὅτι τὸ Πνεῦμα τὸ Ἅγιον ἐκ τοῦ Υἱοῦ ἐκπορεύεται, αὐτὸς ὁ Υἱὸς παρὰ τοῦ Πατρὸς ἀϊδίως καὶ γεγένηται.


Ὑποσημειώσεις

[1] Περὶ τῆς Ἁγίας ταύτης Συνόδου καὶ τῶν προοιμίων τοῦ σχίσματος γενικώτερον βλέπε ἐν τῷ Βίῳ τοῦ Ἁγίου Φωτίου Πατριάρχου Κωνσταντινουπόλεως, τῇ ϛ’ (6ῃ) τοῦ μηνὸς Φεβρουαρίου, ἐν τόμῳ Β’ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας».

[2] Βλέπε περὶ τῶν γεγονότων τούτων εἰς τὸν Βίον τοῦ Ἁγίου Κλήμεντος ἐπισκόπου Ἀχρίδος, τῇ κβ’ (22ᾳ) τοῦ μηνὸς Νοεμβρίου, ἐν τόμῳ ΙΑ’ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας».

[3] Δοσιθέου Ἱεροσολύμων, Τόμος Ἀγάπης, εἰς τὰ Προλεγόμενα, σελ. η’.

[4] Νεκτάριος Ἱεροσολύμων, σελ. 55.

[5] Ἀρχιμ. Ἀνδρόνικος Κ. Δημητρακόπουλος, σελ. 109, ἔκδοσις Λειψίας.

[6] Δωδεκάβιβλος Δοσιθέου, σελ. 903.

[7] Λίβελλος σημαίνει ὑπόμνημα, ἔγγραφον εἰς τὸ ὁποῖον ἀναπτύσσονται αἱ ἀπόψεις διὰ κάποιον σπουδαῖον ζήτημα.

[8] Τρεῖς ἀπαντήσεις τοῦ Ἁγίου Μάρκου πρὸς τοὺς παρὰ Λατίνων εἰρημένους λόγους περὶ τοῦ καθαρτηρίου πυρὸς ἀπόκεινται ἐν τῇ βιβλιοθήκῃ τῆς Μόσχας ὑπ’ ἀριθ. 268 καὶ 394. Αἱ δύο τῶν ἀπαντήσεων τούτων εὑρίσκονται καὶ ἐν τῇ Βιβιοθήκῃ τῶν Παρισίων, αἵτινες ἐσφαλμένως ἐπιγράφονται εἰς τὸ ὄνομα Γεωργίου τοῦ Σχολαρίου (Συρόπ. σελ. 135).

[9] Διηγεῖται τοῦτο καὶ ὁ μέγας Ἐκκλησιάρχης Σίλβεστρος ὁ Συρόπουλος, λέγων ὅτι οἱ Ἀνατολικοὶ ἀκούσαντες τοῦτο ἐγέλασαν μεγάλως, ὅθεν παντελῶς δὲν ἀνέφερον αὐτὸ πλέον οἱ Λατῖνοι, εἰς καμμίαν διάλεξιν.

[10] Εἰς ταύτην τὴν ὁμολογίαν πρόσεχε καλῶς, ἀναγνῶστα, διότι εἶναι ἀκριβεστάτη καὶ ἀρκεῖ ἀντὶ πάντων κατὰ τῶν κακοδόξων παπιστῶν.

[11] Βλέπε ὑποσημείωσιν σελ. 597.

[12] Συρόπουλος, σελ. 211.

[13] Καβάσιλας Νεῖλος, Μητροπολίτης Θεσσαλονίκης ἀκμάσας περὶ τὸ 1360. Εἶναι ἐπίσημος διὰ τὸν πόλεμον κατὰ τῶν Λατίνων, συγγράψας τὸ περὶ «Ἀρχῆς τοῦ Πάπα» σύγγραμμα, εἰς τὸ ὁποῖον ἔγραψε περὶ τῆς διαιρέσεως τῶν δύο Ἐκκλησιῶν, περὶ καθαρτηρίου πυρὸς καὶ περὶ ἐκπορεύσεως τοῦ Ἁγίου Πνεύματος.

[14] Συρόπουλος, σελ. 343.

[15] Συρόπουλ. σελ. 304.

[16] Νεκτάριος Ἱεροσολύμων, σελ. 236 καὶ 237.

[17] Δοσίθεος Ἱεροσολύμων, Τόμος Ἀγάπης, σελ. 581.

[18] Κόθορνος· ὑπόδημα ἐφαρμοζόμενον εἰς ἀμφοτέρους τοὺς πόδας· ἀκολούθως ἄνθρωπος διπρόσωπος καὶ εὐμετάβολος.

[19] Ἡ ἔκθεσις αὕτη τῆς πίστεως εὑρέθη μεταγενεστέρως ἐν Κωνσταντινουπόλει σεσαθρωμένη καὶ μόλις ἀναγνωσθεῖσα, ἥτις μετεγράφη παρὰ τοῦ μακαριωτάτου Πατριάρχου Ἱεροσολύμων κυρίου Νεκταρίου ἐν τῷ Συνταγματίῳ αὑτοῦ, σελ. 231.