Εὐφραινέσθω ἡ μήτηρ Ἐκκλησία τὰ ἑαυτῆς τέκνα μέχρι τοῦδε πρὸς ἄλληλα στασιάζοντα εἰς ἑνότητά τὲ καὶ εἰρήνην ἤδη ἐπανιόντα ὁρῶσα· καὶ ἡ πρῴην ἐπὶ τῷ Χωρισμῷ αὐτῶν πικρότατα κλαίουσα ἐκ τῆς νῦν αὐτῶν θαυμαστῆς ὁμονοίας σὺν ἀνεκφράστῳ Χαρᾷ τῷ παντοδυνάμῳ εὐχαριστείτω Θεῷ· πάντες συνευφραινέσθωσαν οἱ πανταχοῦ τῆς οἰκουμένης πιστοὶ καὶ οἱ τῷ ἀπὸ Χριστοῦ ὀνόματι κεκλημένοι τῇ μητρὶ τῇ καθολικῇ Ἐκκλησίᾳ συναγαλλέσθωσαν. Ἰδοὺ γὰρ οἵ τε Δυτικοὶ καὶ Ἀνατολικοὶ Πατέρες μετὰ τὸν μακρότατον τῆς διαφωνίας καὶ διαστάσεως χρόνον ἐκεῖνον πρὸς πάντα παραβαλλόμενον κίνδυνον, τὸν ἐν γῇ καὶ θαλάττῃ καὶ πάντα πόνον ὑπερβαλόντες πρὸς τὴν ἱερὰν ταύτην καὶ Οἰκουμενικὴν Σύνοδον, τῇ τε τῆς ἱερᾶς ἑνώσεως ἐφέσει καὶ τοῦ τὴν παλαιὰν ἀγάπην ἀνακτήσασθαι ἕνεκα γεγηθότες, συνῆλθον πρόθυμοι καὶ τοῦ σκοποῦ οὐκ ἀπέτυχον· μετὰ γὰρ πολλὴν καὶ ἐπίπονον ἔρευναν τέλος τῇ τοῦ Παναγίου Πνεύματος φιλανθρωπίᾳ, τῆς εὐκταιοτάτης ταύτης καὶ ἁγιωτάτης ἑνώσεως ἔτυχον.
Τὶς οὖν ταῖς τοῦ Θεοῦ εὐεργεσίαις ἀξίως εὐχαριστεῖν δύνατ’ ἄν; Τὶς ἐνώπιον τοῦ πλούτου τῶν θείων οἰκτιρμῶν οὐκ ἂν ἐκπλαγείη; τίνος οὐκ ἄν καὶ σιδηροῦν στῆθος τὸ τῆς θείας εὐσπλαγχνίας, οὔσης τηλικαύτης, μαλθάξειε μέγεθος; ὄντως θεῖά εἰσι ταῦτα τὰ ἔργα, οὐκ ἀνθρωπίνης ἀσθενείας εὑρήματα καὶ διὰ ταῦτα μετὰ ἐξαιρέτου μὲν εὐλαβείας ἀποδεκτέα, θείοις δὲ ὕμνοις προβιβαστέα σοὶ αἶνος, σοὶ δόξα, σοὶ πρέπει εὐχαριστία, Χριστὲ πηγὴ οἰκτιρμῶν, ὃς τοσοῦτον ἀγαθὸν τῇ νύμφῃ σου τῇ καθολικῇ Ἑκκλησίᾳ κεχάρισαι, κἂν τῇ ἡμετέρᾳ γενεᾷ τὰ τῆς εὐσπλαγχνίας σου ἔδειξας θαύματα, ἵνα σου πάντες τὰ θαυμάσια διηγήσωνται· οὕτω μέγα τῷ ὄντι καὶ θεῖον ἡμῖν ὁ Θεὸς δῶρον δεδώρηται, καὶ τοῖς ὀφθαλμοῖς εἴδομεν, ὃ πολλοὶ τῶν πρὸ ἡμῶν ἐπιθυμήσαντες ἰδεῖν οὐκ ἠδυνήθησαν.
Συνελθόντες γὰρ Λατῖνοί τε καὶ Γραικοὶ ἐν αὐτῇ τῇ ἱερᾷ καὶ Ἁγίᾳ Οἰκουμενικῇ Συνόδῳ, σπουδῇ μεγάλῃ πρὸς ἀλλήλους ἐχρήσαντο, ὅπως μετὰ τῶν ἄλλων καὶ τὸ ἄρθρον ἐκεῖνο τὸ περὶ τῆς θείας ἐκπορεύσεως τοῦ Ἁγίου Πνεύματος, μετὰ πλείστης ὅσης ἐπιμελείας καὶ συνεχοῦς συζητήσεως ἐξετασθείη. Προσκομισθεισῶν δὲ μαρτυριῶν ἀπὸ τῆς Θείας Γραφῆς καὶ πλείστων ῥήσεων τῶν Ἁγίων Διδασκάλων Ἀνατολικῶν τε καὶ Δυτικῶν, τῶν μὲν ἐκ Πατρὸς καὶ Υἱοῦ, τῶν δὲ ἐκ Πατρὸς δι’ Υἱοῦ λεγόντων τὸ Πνεῦμα τὸ Ἅγιον ἐκπορεύεσθαι καὶ εἰς τὴν αὐτὴν ἔννοιαν ἀποβλεπόντων ἁπάντων