Τίς οὖν ἡ ἕνωσις, ὅταν μὴ φανερὸν καὶ ἐπίδηλον σημεῖον ἔχῃ καὶ πῶς ἡνώθησαν οἱ τὰ οἰκεῖα στέργειν βουλόμενοι; Τοῦτο γάρ που καὶ συνεφώνησαν καὶ μὴ τοῖς ἐκ τῶν Πατέρων παραδεχομένοις ἀκολουθοῦντες· ἀλλὰ τίς ὁ σοφὸς αὐτῶν λόγος; οὐδέποτε, φησίν, ἡ τῶν Γραικῶν Ἐκκλησία τὸ ἐκ μόνου τοῦ Πατρὸς ἐκπορεύεσθαι ἔλεγεν, ἀλλ’ ἁπλῶς ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι. Τοῦτο γὰρ τὸν Υἱὸν οὐκ ἐκβάλλει τῆς ἐκπορεύσεως· ὥστε κατὰ τοῦτο καὶ πρότερον ἦμεν καὶ νῦν ἐσμεν ἡνωμένοι· φεῦ τοῖς ἀνοίας· φεῦ τῆς τυφλώσεως· εἰ δὲ ἀεὶ ἡ τῶν Γραικῶν Ἐκκλησία τὸ ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι ἔλεγεν, ἐξ αὐτοῦ τοῦ Χριστοῦ καὶ τῶν ἱερῶν Ἀποστόλων καὶ τῶν ἐν ταῖς Συνόδοις Πατέρων παραλαβοῦσα. Τὸ ἐκ τοῦ Υἱοῦ δὲ οὐδέποτε ἔλεγεν, οὐδὲ γὰρ παρέλαβε τοῦτο παρ’ οὐδενός· τί γε ἄλλο, ἢ τὸ ἐκ μόνου τοῦ Πατρὸς ἐκπορεύεσθαι ἔλεγεν. Εἰ γὰρ οὐκ ἐκ τοῦ Υἱοῦ, δῆλον ὡς ἐκ μόνου τοῦ Πατρός.
Ὅρα δὲ καὶ ἐπὶ τῆς γεννήσεως. Τὸν ἐκ τοῦ Πατρὸς φησὶ γεννηθέντα πρὸ πάντων τῶν αἰώνων. Μή τις ἐνταῦθα τὸ ἐκ μόνου προστίθησιν; Ἀλλ’ οὐδὲν ἧττον καὶ νοοῦμεν τοῦτο καὶ λέγομεν δεήσει· παρ’ οὐδενὸς γὰρ ἄλλου γεννᾶσθαι τὸν Υἱὸν μεμαθήκαμεν· διὰ τοῦτο καὶ ὁ Δαμασκηνὸς Ἰωάννης, ἐκ προσώπου τῆς Ἐκκλησίας πάσης καὶ τῶν Χριστιανῶν ἁπάντων, ἐκ τοῦ Υἱοῦ φησὶ τὸ Πνεῦμα οὐ λέγομεν. Εἰ δὲ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα οὐ λέγομεν, δῆλον ὡς ἐκ τοῦ Πατρὸς μόνου λέγομεν· διὸ καὶ μικρὸν ἀνωτέρω τὸν Υἱόν, φησίν, οὐ λέγομεν αἴτιον. Καὶ ἐν τῷ ἐφεξῆς κεφαλαίῳ, μόνος αἴτιος ὁ Πατήρ.
Τί ἔτι; οὐδέποτε, φησί, τοὺς Λατίνους ὡς αἱρετικοὺς εἴχομεν, ἀλλὰ μόνον σχισματικούς. Τοῦτο μὲν οὖν παρ’ αὐτῶν ἐκείνων εἰλήφασι. Σχισματικοὺς γὰρ ἡμᾶς ἐκεῖνοι καλοῦσιν, οὐδὲν ἡμῖν ἐγκαλεῖν ἔχοντες περὶ τὴν ἡμετέραν δόξαν, ἀλλ’ ὅτι τῆς ὑποταγῆς αὐτῶν ἀποσχίσθημεν, ἢν ὀφείλομεν, ὡς ἐκεῖνοι νομίζουσιν. Εἰ δὲ καὶ ἡμᾶς τοῦτο δίκαιον ἐκείνοις ἀντιχαρίζεσθαι καὶ οὐδὲν αὐτοῖς ἐγκαλοῦμεν περὶ τὴν δόξαν, σκεπτέον. Τὴν μὲν οὐν αἰτίαν τοῦ σχίσματος αὐτοὶ δεδώκασι, τὴν προσθήκην ἐξενεγκόντες ἀναφανδόν, ἣν ὑπ’ ὀδόντα πρότερον ἔλεγον. Ἡμεῖς δὲ αὐτῶν ἐσχίσθημεν πρότερον, μᾶλλον δὲ ἐσχίσαμεν αὐτοὺς καὶ ἀπεκόψαμεν τοῦ κοινοῦ τῆς Ἐκκλησίας σώματος. Διατί; Εἶπέ μοι πότερον, ὡς ὀρθὴν ἔχοντας δόξαν, ἤ ὀρθῶς τὴν προσθήκην ἐξενεγκόντας; Καὶ τὶς ἂν τοῦτο εἴποι, μὴ σφόδρα τὸν ἐγκέφαλον διασεσεισμένος; Ἀλλ’ ὡς ἄτοπα καὶ δυσσεβῆ φρονοῦντας καὶ παράλογον προσθήκην ποιήσαντας;