Ἡμεῖς μὲν οὔτε τοὺς Ἁγίους ἀπολαβεῖν τὴν ἡτοιμασμένην αὐτοῖς Βασιλείαν καὶ τὰ ἀπόρρητα ἀγαθά, οὔτε τοὺς ἁμαρτωλοὺς εἰς τὴν γέενναν ἐμπεσεῖν ἤδη φαμέν, ἀλλ’ ἐκδέχεσθαι τὸν ἴδιον ἑκατέρους κλῆρον καὶ εἶναι τοῦτο καιροῦ τοῦ μέλλοντος μετὰ τὴν ἀνάστασιν καὶ τὴν κρίσιν· οὗτοι δὲ μετὰ τῶν Λατίνων τοὺς μὲν αὐτίκα μετὰ θάνατον ἀπολαβεῖν ἤδη κατ’ ἀξίαν ἐθέλουσι, τοῖς δὲ μέσοις, ἤτοι τοῖς ἐν μετανοίᾳ τετελευτηκόσι πῦρ αὐτοὶ καθάρσιον ἕτερόν τι τῆς γεέννης ὑπάρχον ἀναπλάσαντες ἀποδιδοῦσιν, ἵνα δι’ αὐτοῦ φησί, καθαιρόμενοι τὰς ψυχὰς μετὰ θάνατον, ἐπὶ τὴν Βασιλείαν καὶ αὐτοὶ μετὰ τῶν Δικαίων ἀποκαταστῶσι· τοῦτο δὲ καὶ ὁ ὅρος αὐτῶν περιέχει.
Ἡμεῖς ἀποστρεφόμεθα τὸ ἰουδαϊκὸν ἄζυμον τοῖς Ἀποστόλοις κανονίζουσιν ὑπακούοντες· οὗτοι δὴ ἐν τῷ αὐτῷ ὅρῳ σῶμα Χριστοῦ τὸ παρὰ τῶν Λατίνων ἱερουργούμενον ἀποφαίνονται. Ἡμεῖς μὲν ἀθεμίτως καὶ παρανόμως καὶ τοῖς Πατράσιν ἐναντίαν τὴν ἐν τῷ Συμβόλῳ προσθήκην γεγενῆσθαι φαμέν, οὗτοι δὲ αὐτὴν θεμιτῶς καὶ εὐλόγως διορίζονται γεγενῆσθαι. Τοσοῦτον οἴδασι τῇ ἀληθείᾳ καὶ ἑαυτοῖς συμφωνεῖν. Ἡμεῖς μέν, τὸν Πάπαν ὡς ἕνα τῶν Πατριαρχῶν λογιζόμεθα καὶ τοῦτο γε, ἂν Ὀρθόδοξος ᾖ, οὗτοι δὲ αὐτὸν Βικάριον τοῦ Χριστοῦ καὶ Πατέρα καὶ Διδάσκαλον τῶν Χριστιανῶν ἁπάντων μάλα σεμνῶς ἀποφαίνονται· γένοιντο πατρὸς εὐτυχέστεροι, τὰ δὲ ἄλλα ὅμοιοι· καὶ γὰρ δεῖ κἀκεῖνος οὐκ εὐτυχεῖ, τὸν Ἀντίπαπαν ἔχων ἐπιεικῶς διοχλοῦντα· καὶ οὗτοι τὸν πατέρα μιμεῖσθαι καὶ τὸν διδάσκαλον οὐκ ἀνέχονται.
Φεύγετε οὖν αὐτοῖς, ἀδελφοί, καὶ τὴν πρὸς αὐτοὺς κοινωνίαν· «Οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς Ἀποστόλους Χριστοῦ. Καὶ οὐ θαυμαστόν· αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματίζεται εἰς Ἄγγελον φωτός. Οὐ μέγα οὖν εἶ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης, ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν» (Β’ Κορ. ια’ 13-15), ὡς ὁ θεῖος Παῦλος ἐν τῇ πρὸς Κορινθίους β’ ἐπιστολῇ του λέγει. Καὶ πάλιν ἀλλαχοῦ· «Οἱ γὰρ τοιοῦτοι τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ οὐ δουλεύουσιν, ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων» (Ρωμ. ιϛ’ 18). Καὶ ἀλλαχοῦ·