Τούτων οὖν ἐγὼ πάντων καταφρονήσας, ἀκολουθήσω τοῖς ἐν προσχήματι πεπλασμένης εἰρήνης ἑνωθῆναι κελεύουσι, τοῖς τὸ Θεῖον Σύμβολον κιβδηλεύσασι καὶ τὸν Υἱὸν ἐπεισάγουσι δεύτερον αἴτιον τοῦ Ἁγίου Πνεύματος; τὰ γὰρ λοιπὰ τῶν ἀτοπημάτων ἐκ τό γε νῦν ἔχον, ὧν καὶ ἓν μόνον ἱκανὸν ἦν ἡμᾶς ἐξ αὐτῶν διαστῆσαι, μὴ πάθοιμοι τοῦτό ποτε, Παράκλητε ἀγαθέ, μὴ δ’ οὕτως ἐμαυτοῦ καὶ τῶν καθηκόντων λογισμῶν ἀποπέσοιμι· τῆς δὲ σῆς διδασκαλίας καὶ τῶν ὑπὸ σοῦ ἐμπνευσθέντων μακαρίων ἀνδρῶν ἐχόμενος προστεθείην πρὸς τοὺς ἐμοὺς Πατέρας, τοῦτο εἰ μή τι καὶ ἄλλο ἐντεῦθεν ἀποφερόμενος τὴν εὐσέβειαν.
Τοῦτο τὸ σύμβολον ἀπαιτοῦμεν ὑμᾶς, ὦ φίλοι, τὴν καλὴν παρακαταθήκην τῶν ἡμετέρων Πατέρων, τῶν ἐν τῇ ἡμετέρᾳ Βασιλίδι πόλει συναθροισθέντων. Ἀπόδοτε τοίνυν τοῦτο, καθὼς παρελάβετε παρ’ ἡμῶν. Εἴς τις ὑμῖν ἐνεπίστευσε παρακαταθήκην, οὐκ ἂν αὐτήν, ὡς παρελάβετε, παρεδώκατε; Ἀπόδοτε τοίνυν καὶ τὸ τῶν Πατέρων Σύμβολον, ὡς ἐλάβετε. Οὐ δέχεται προσθήκην· οὐ δέχεται μείωσιν· κέκλεισται παρ’ αὐτῶν καὶ ἐσφράγισται καὶ τοὺς τολμῶντας τοῦτο καινοτομεῖν ἀποπέμπονται καὶ τοὺς ἕτερον παρ’ αὐτὸ ποιοῦντας εὐθύναις ὑπάγουσι. Μικρὸν ὑμῖν ἡ γενομένη τῆς λέξεως προσθήκη εἶναι δοκεῖ καὶ ὀλίγος ὁ περὶ ταύτης λόγος; οὐκοῦν καὶ ἐξαιρεθεῖσα μικρὸν ἂν βλάψειε ἢ οὐδέν, μᾶλλον δὲ ὠφελήσει τὰ μέγιστα· συνάψει γὰρ Χριστιανοὺς ἅπαντας.
Ἀλλὰ μέγα τὸ γεγονὸς καὶ πολὺς ὁ περὶ τούτου λόγος· οὐκοῦν οὐδὲ ἡμεῖς ἁμαρτάνομεν πολὺν ποιούμενοι τὸν περὶ τούτου λόγον. Δι’ οἰκονομίαν τινὰ προσετέθη; δι’ οἰκονομίαν ἀφαιρεθήτω πάλιν, ἵνα προσλάβησθε ἀδελφοὺς σπαραττομένους καὶ τὴν ἀγάπην οὕτω περὶ πολλοῦ ποιουμένους. Παρακαλοῦμεν τοίνυν ὑμᾶς, ὦ Πατέρες καὶ ἀδελφοὶ καὶ κύριοι τιμιώτατοι, ὡς καὶ πρότερον παρεκαλέσαμεν, διὰ τὰ σπλάγχνα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἀγαπήσαντος ἡμᾶς, ἀχρείους ὄντας καὶ ἁμαρτωλοὺς καὶ ἀπεγνωσμένους καὶ τὴν ψυχὴν αὐτοῦ θέντος ὑπὲρ ἡμῶν, ἐπανέλθωμεν πρὸς τὴν καλὴν συμφωνίαν τὴν πρὸς ἡμᾶς αὐτοὺς καὶ τοὺς Ἁγίους Πατέρας, ἣν εἴχομεν πρότερον, ὅτε τὸ αὐτὸ πάντες ἐλέγομεν καὶ οὐκ ἦν ἐν ἡμῖν σχίσμα τι ἐπιγνῶμεν ἀλλήλους ἀδελφικῶς· αἰδεσθῶμεν τοὺς κοινοὺς Πατέρας ἡμῶν· τιμήσωμεν αὐτῶν τοὺς ὅρους· φοβηθῶμεν αὐτῶν τὰς ἀπειλάς· φυλάξωμεν τὰς παραδόσεις, ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι καὶ μιᾷ καρδίᾳ δοξάσωμεν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.