Τὰ ἐν τῇ Φλωρεντινῇ ψευδοσυνόδῳ κατὰ Λατίνων ὑπερφυᾶ κατορθώματα τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΜΑΡΚΟΥ Ἀρχιεπισκόπου Ἐφέσου τοῦ Εὐγενικοῦ.

ἔχον δῆθεν τὰ πρακτικὰ τῆς Συνόδου, εἶπον ὅτι οὕτως ἀνεγνώσθη τὸ Σύμβολον κατὰ τὴν Σύνοδον ἐκείνην [9]. Ἀλλ’ ὁ θεῖος Μάρκος καὶ πάλιν ἐνίκησεν αὐτοὺς ἀποδείξας ὅτι «ἡ ὁμολογία τοῦ Ταρασίου ταῖς πράξεσιν ἐγκειμένη ἐκ Πατρὸς δι’ Υἱοῦ λέγει ἐκπορεύεσθαι, οὐκ ἐκ Πατρὸς καὶ Υἱοῦ».

 

Ὁ ἐν τῇ Συνόδῳ λόγος τοῦ Ἁγίου Μάρκου, εἰς ὃν ἐκτιθεται σαφῶς καὶ πλήρως ἡ Ὀρθόδοξος διδασκαλία κατὰ τῆς προσθήκης ὑπὸ τῶν Λατίνων εἰς τὸ Σύμβολον τῆς Πίστεως [10].

Κατὰ τὴν δεκάτην πέμπτην καὶ τελευταίαν ἐν Φερράρᾳ συνέλευσιν, τῇ 8ῃ Δεκεμβρίου, ὁ Ἅγιος Μάρκος, τῇ προτροπῇ τοῦ βασιλέως, εἶπε μετὰ παρρησίας τὰ ἑξῆς:

Ἐγώ, τῇ τοῦ Θεοῦ χάριτι, δόγμασιν ἐντραφεὶς εὐσεβέσι καὶ τῇ Ἁγίᾳ Καθολικῇ Ἐκκλησίᾳ διὰ πάντων ἑπόμενος, πιστεύω καὶ ὁμολογῶ τὸν Θεὸν Πατέρα, μόνον ἄναρχον καὶ ἀναίτιον, πηγὴν δὲ καὶ αἰτίαν τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος· ὁ γὰρ Υἱὸς ἐξ αὐτοῦ γεγένηται, καὶ τὸ Πνεῦμα ἐξ αὐτοῦ ἐκπορεύεται, μηδὲν τοῦ Υἱοῦ συμβαλλομένου πρὸς τὴν ἐκπόρευσιν, ὥσπερ οὐδὲ τοῦ Πνεύματος πρὸς τὴν γέννησιν, κατὰ τὸ ἅμα τὰς προόδους εἶναι καὶ συναλλήλους, ὡς οἱ Θεολόγοι Πατέρες διδάσκουσι· διὰ τοῦτο γὰρ καὶ τὸ Πνεῦμα τὸ Ἅγιον ἐκπορεύεσθαι διὰ Υἱοῦ λέγεται, τοῦτ’ ἐστι μετὰ τοῦ Υἱοῦ, καὶ ὡς ὁ Υἱός, εἰ καὶ μὴ γενητῶς ὡς ἐκεῖνος· ὁ δὲ Υἱὸς οὐ λέγεται γεννᾶσθαι διὰ τοῦ Ἁγίου Πνεύματος, διὰ τὸ σχετικὸν εἶναι τὸ τοῦ Υἱοῦ ὄνομα, ἵνα μὴ δόξῃ Υἱὸς εἶναι τοῦ Ἁγίου Πνεύματος· ἐντεῦθεν καὶ πνεῦμα μὲν Υἱοῦ λέγεται διὰ τὸ κατὰ φύσιν οἰκεῖον καὶ τὸ δι’ αὐτοῦ πεφυκέναι καὶ δίδοσθαι τοῖς ἀνθρώποις· ὁ δὲ Υἱὸς τοῦ Πατρὸς λέγεται, τοῦ δὲ Πνεύματος ὁ Υἱὸς οὐ λέγεται κατὰ τὸν Νύσσης Γρηγόριον.

Εἰ δὲ τὸ δι’ Υἱοῦ ἐκπορεύεσθαι τὴν αἰτίαν ἐδήλου, καθάπερ οἱ νέοι θεολόγοι φασίν, ἀλλ’ οὐ τὸ δι’ αὐτοῦ ἐκλάμπειν καὶ πεφυκέναι καὶ ὅλως τὸ συμπροϊέναι καὶ συμπαρομαρτεῖν κατὰ τὸν θεηγόρον Δαμασκηνόν, οὐκ ἂν οἱ θεολόγοι πάντες ἑξῆς ῥητῶς ἀφῄρουν τοῦ Υἱοῦ τὴν αἰτίαν, ὁ μὲν Διονύσιος λέγων, μόνη πηγὴ τοῦτ’ ἔστιν αἰτία τῆς ὑπερουσίου Θεότητος ὁ Πατὴρ καὶ τούτῳ τοῦ Υἱοῦ καὶ Πνεύματος διακρίνεται. Ὁ δὲ Ἀθανάσιος, μόνος ἀγέννητος καὶ μόνος πηγὴ Θεότητος ὁ Πατήρ, τοῦτ’ ἔστι μόνος αἰτία καθάπερ καὶ μόνος ἀναίτιος· ὁ δὲ Γρηγόριος ὁ Θεολόγος, πάντα ὅσα ὁ Πατὴρ τοῦ Υἱοῦ πλὴν τῆς αἰτίας. Ὁ δὲ Μάξιμος, ὅτι καὶ οἱ Ῥωμαῖοι τὸν Υἱὸν οὐ ποιοῦσιν αἰτίαν τοῦ Πνεύματος.


Ὑποσημειώσεις

[1] Περὶ τῆς Ἁγίας ταύτης Συνόδου καὶ τῶν προοιμίων τοῦ σχίσματος γενικώτερον βλέπε ἐν τῷ Βίῳ τοῦ Ἁγίου Φωτίου Πατριάρχου Κωνσταντινουπόλεως, τῇ ϛ’ (6ῃ) τοῦ μηνὸς Φεβρουαρίου, ἐν τόμῳ Β’ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας».

[2] Βλέπε περὶ τῶν γεγονότων τούτων εἰς τὸν Βίον τοῦ Ἁγίου Κλήμεντος ἐπισκόπου Ἀχρίδος, τῇ κβ’ (22ᾳ) τοῦ μηνὸς Νοεμβρίου, ἐν τόμῳ ΙΑ’ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας».

[3] Δοσιθέου Ἱεροσολύμων, Τόμος Ἀγάπης, εἰς τὰ Προλεγόμενα, σελ. η’.

[4] Νεκτάριος Ἱεροσολύμων, σελ. 55.

[5] Ἀρχιμ. Ἀνδρόνικος Κ. Δημητρακόπουλος, σελ. 109, ἔκδοσις Λειψίας.

[6] Δωδεκάβιβλος Δοσιθέου, σελ. 903.

[7] Λίβελλος σημαίνει ὑπόμνημα, ἔγγραφον εἰς τὸ ὁποῖον ἀναπτύσσονται αἱ ἀπόψεις διὰ κάποιον σπουδαῖον ζήτημα.

[8] Τρεῖς ἀπαντήσεις τοῦ Ἁγίου Μάρκου πρὸς τοὺς παρὰ Λατίνων εἰρημένους λόγους περὶ τοῦ καθαρτηρίου πυρὸς ἀπόκεινται ἐν τῇ βιβλιοθήκῃ τῆς Μόσχας ὑπ’ ἀριθ. 268 καὶ 394. Αἱ δύο τῶν ἀπαντήσεων τούτων εὑρίσκονται καὶ ἐν τῇ Βιβιοθήκῃ τῶν Παρισίων, αἵτινες ἐσφαλμένως ἐπιγράφονται εἰς τὸ ὄνομα Γεωργίου τοῦ Σχολαρίου (Συρόπ. σελ. 135).

[9] Διηγεῖται τοῦτο καὶ ὁ μέγας Ἐκκλησιάρχης Σίλβεστρος ὁ Συρόπουλος, λέγων ὅτι οἱ Ἀνατολικοὶ ἀκούσαντες τοῦτο ἐγέλασαν μεγάλως, ὅθεν παντελῶς δὲν ἀνέφερον αὐτὸ πλέον οἱ Λατῖνοι, εἰς καμμίαν διάλεξιν.

[10] Εἰς ταύτην τὴν ὁμολογίαν πρόσεχε καλῶς, ἀναγνῶστα, διότι εἶναι ἀκριβεστάτη καὶ ἀρκεῖ ἀντὶ πάντων κατὰ τῶν κακοδόξων παπιστῶν.

[11] Βλέπε ὑποσημείωσιν σελ. 597.

[12] Συρόπουλος, σελ. 211.

[13] Καβάσιλας Νεῖλος, Μητροπολίτης Θεσσαλονίκης ἀκμάσας περὶ τὸ 1360. Εἶναι ἐπίσημος διὰ τὸν πόλεμον κατὰ τῶν Λατίνων, συγγράψας τὸ περὶ «Ἀρχῆς τοῦ Πάπα» σύγγραμμα, εἰς τὸ ὁποῖον ἔγραψε περὶ τῆς διαιρέσεως τῶν δύο Ἐκκλησιῶν, περὶ καθαρτηρίου πυρὸς καὶ περὶ ἐκπορεύσεως τοῦ Ἁγίου Πνεύματος.

[14] Συρόπουλος, σελ. 343.

[15] Συρόπουλ. σελ. 304.

[16] Νεκτάριος Ἱεροσολύμων, σελ. 236 καὶ 237.

[17] Δοσίθεος Ἱεροσολύμων, Τόμος Ἀγάπης, σελ. 581.

[18] Κόθορνος· ὑπόδημα ἐφαρμοζόμενον εἰς ἀμφοτέρους τοὺς πόδας· ἀκολούθως ἄνθρωπος διπρόσωπος καὶ εὐμετάβολος.

[19] Ἡ ἔκθεσις αὕτη τῆς πίστεως εὑρέθη μεταγενεστέρως ἐν Κωνσταντινουπόλει σεσαθρωμένη καὶ μόλις ἀναγνωσθεῖσα, ἥτις μετεγράφη παρὰ τοῦ μακαριωτάτου Πατριάρχου Ἱεροσολύμων κυρίου Νεκταρίου ἐν τῷ Συνταγματίῳ αὑτοῦ, σελ. 231.