Τὰ ἐν τῇ Φλωρεντινῇ ψευδοσυνόδῳ κατὰ Λατίνων ὑπερφυᾶ κατορθώματα τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΜΑΡΚΟΥ Ἀρχιεπισκόπου Ἐφέσου τοῦ Εὐγενικοῦ.

Τὰς δὲ τῶν Δυτικῶν διδασκάλων φωνάς, αἳ τὴν αἰτίαν τῷ Υἱῷ διδόασιν, οὔτε γνωρίζω, οὔτε παραδέχομαι, τεκμαιρόμενος ὅτι διεφθαρμέναι εἰσὶ καὶ παρέγγραπτοι διά τε πολλῶν ἄλλων καὶ διὰ τοῦ χθὲς καὶ πρῴην προσενεχθέντος παρ’ αὐτῶν βιβλίου τῆς Οἰκουμενικῆς Ἑβδόμης Συνόδου τὸν ὅρον ἔχοντος μετὰ τῆς ἐν τῷ Συμβόλῳ προσθήκης, ὅπερ ἀναγνωσθὲν ὁπόσην αὐτῶν αἰσχύνην κατέχειν ἴσασιν οἱ τότε παρόντες· ἀλλ’ οὐδ’ ἂν ἐναντία ταῖς Οἰκουμενικαῖς Συνόδοις καὶ τοῖς κοινοῖς αὐτῶν δόγμασιν, οὐδ’ ἂν ὅλως ἀσύμφωνα τοῖς Ἀνατολικοῖς διδασκάλοις ἔγραψαν οἱ Πατέρες ἐκεῖνοι, οὐδὲ αὐτοῖς ἀνακόλουθα, καθάπερ δι’ ἄλλων πολλῶν ἐκείνων ῥητῶν ἀποδείκνυνται.

Διὰ τοῦτο τὰς τοιαύτας ἐπικινδύνους φωνὰς περὶ τῆς τοῦ Ἁγίου Πνεύματος ἐκπορεύσεως ἀθετεῖν καὶ συμφωνῶν τῷ Ἁγίῳ Δαμασκηνῷ, ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα οὐ λέγω, κἂν ὅστις οὖν ἕτερος τοῦτο λέγειν δοκῇ. Οὔτε λέγω τὸν Υἱὸν αἴτιον, οὐδὲ προβολέα, ἵνα μὴ δεύτερος αἴτιος ἐν τῇ Τριάδι, κἀντεῦθεν δύο αἴτιοι καὶ δύο ἀρχαὶ γνωρισθῶσιν· οὐδὲ γὰρ οὐσιῶδες ἐνταῦθα τὸ αἴτιον κοινὸν καὶ ἐν τοῖς τρισὶ προσώποις ὑπάρχει καὶ διὰ τοῦτο τὰς δύο ἀρχὰς οὐδαμοῦ οὐδαμῶς οἱ Λατῖνοι φεύξονται μέχρις ἂν τὸν Υἱὸν λέγωσιν ἀρχὴν τοῦ Πνεύματος. Ἡ δὲ ἀρχὴ προσωπικὸν ὑπάρχει καὶ διακρῖνον τὰ πρόσωπα.

Κατὰ πάντα τοίνυν ἑπόμενος ταῖς Ἁγίαις καὶ Οἰκουμενικαῖς ἑπτὰ Συνόδοις καὶ τοῖς ἐν αὐταῖς διαλάμψασι θεοσόφοις Πατράσι, πιστεύω εἰς ἕνα Θεὸν Πατέρα Παντοκράτορα, Ποιητὴν οὐρανοῦ καὶ γῆς ὁρατῶν τε πάντων καὶ ἀοράτων· καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν· καὶ λέγεται ὅλον τοῦτο τὸ ἱερὸν τῆς πίστεως μάθημά τε καὶ Σύμβολον, τὸ μὲν παρὰ τῆς πρώτης Συνόδου καὶ τῆς δευτέρας ἐκτεθέν, παρὰ δὲ τῶν λοιπῶν καὶ βεβαιωθέν, ὅλῃ ψυχῇ δεχόμενος καὶ φυλάττων ἀποδέχομαι καὶ ἀσπάζομαι πρὸς ταῖς εἰρημέναις ἑπτὰ Συνόδοις καὶ τὴν μετ’ αὐτὰς ἀθροισθεῖσαν ἐπὶ τοῦ εὐσεβοῦς Βασιλείου Βασιλέως Ῥωμαίων καὶ τοῦ ἁγιωτάτου Πατριάρχου Φωτίου, τὴν καὶ Οἰκουμενικὴν ὀγδόην ὀνομασθεῖσαν [11]· ἢ καὶ τῶν τοποτηρητῶν παρόντων Ἰωάννου τοῦ μακαρίου Πάπα τῆς πρεσβυτέρας Ῥώμης, Παύλου καὶ Εὐγενίου τῶν Ἐπισκόπων καὶ Πέτρου Πρεσβυτέρου καὶ Καρδιναλίου, ἐκύρωσε μὲν καὶ ἀνεκήρυξε τὴν ἑβδόμην Οἰκουμενικὴν Σύνοδον καὶ ταῖς πρὸ αὐτῆς συντάττεσθαι διωρίσατο, ἀποκατέστησε δὲ τῷ οἰκείῳ θρόνῳ τὸν ἁγιώτατον Φώτιον, κατέκρινε δὲ καὶ ἀνεθεμάτισε, καθάπερ καὶ αἱ πρὸ αὐτῆς Οἰκουμενικαὶ Σύνοδοι, τοὺς τολμῶντας προσθήκην τινὰ καινοτομεῖν ἢ ὑφαίρεσιν.


Ὑποσημειώσεις

[1] Περὶ τῆς Ἁγίας ταύτης Συνόδου καὶ τῶν προοιμίων τοῦ σχίσματος γενικώτερον βλέπε ἐν τῷ Βίῳ τοῦ Ἁγίου Φωτίου Πατριάρχου Κωνσταντινουπόλεως, τῇ ϛ’ (6ῃ) τοῦ μηνὸς Φεβρουαρίου, ἐν τόμῳ Β’ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας».

[2] Βλέπε περὶ τῶν γεγονότων τούτων εἰς τὸν Βίον τοῦ Ἁγίου Κλήμεντος ἐπισκόπου Ἀχρίδος, τῇ κβ’ (22ᾳ) τοῦ μηνὸς Νοεμβρίου, ἐν τόμῳ ΙΑ’ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας».

[3] Δοσιθέου Ἱεροσολύμων, Τόμος Ἀγάπης, εἰς τὰ Προλεγόμενα, σελ. η’.

[4] Νεκτάριος Ἱεροσολύμων, σελ. 55.

[5] Ἀρχιμ. Ἀνδρόνικος Κ. Δημητρακόπουλος, σελ. 109, ἔκδοσις Λειψίας.

[6] Δωδεκάβιβλος Δοσιθέου, σελ. 903.

[7] Λίβελλος σημαίνει ὑπόμνημα, ἔγγραφον εἰς τὸ ὁποῖον ἀναπτύσσονται αἱ ἀπόψεις διὰ κάποιον σπουδαῖον ζήτημα.

[8] Τρεῖς ἀπαντήσεις τοῦ Ἁγίου Μάρκου πρὸς τοὺς παρὰ Λατίνων εἰρημένους λόγους περὶ τοῦ καθαρτηρίου πυρὸς ἀπόκεινται ἐν τῇ βιβλιοθήκῃ τῆς Μόσχας ὑπ’ ἀριθ. 268 καὶ 394. Αἱ δύο τῶν ἀπαντήσεων τούτων εὑρίσκονται καὶ ἐν τῇ Βιβιοθήκῃ τῶν Παρισίων, αἵτινες ἐσφαλμένως ἐπιγράφονται εἰς τὸ ὄνομα Γεωργίου τοῦ Σχολαρίου (Συρόπ. σελ. 135).

[9] Διηγεῖται τοῦτο καὶ ὁ μέγας Ἐκκλησιάρχης Σίλβεστρος ὁ Συρόπουλος, λέγων ὅτι οἱ Ἀνατολικοὶ ἀκούσαντες τοῦτο ἐγέλασαν μεγάλως, ὅθεν παντελῶς δὲν ἀνέφερον αὐτὸ πλέον οἱ Λατῖνοι, εἰς καμμίαν διάλεξιν.

[10] Εἰς ταύτην τὴν ὁμολογίαν πρόσεχε καλῶς, ἀναγνῶστα, διότι εἶναι ἀκριβεστάτη καὶ ἀρκεῖ ἀντὶ πάντων κατὰ τῶν κακοδόξων παπιστῶν.

[11] Βλέπε ὑποσημείωσιν σελ. 597.

[12] Συρόπουλος, σελ. 211.

[13] Καβάσιλας Νεῖλος, Μητροπολίτης Θεσσαλονίκης ἀκμάσας περὶ τὸ 1360. Εἶναι ἐπίσημος διὰ τὸν πόλεμον κατὰ τῶν Λατίνων, συγγράψας τὸ περὶ «Ἀρχῆς τοῦ Πάπα» σύγγραμμα, εἰς τὸ ὁποῖον ἔγραψε περὶ τῆς διαιρέσεως τῶν δύο Ἐκκλησιῶν, περὶ καθαρτηρίου πυρὸς καὶ περὶ ἐκπορεύσεως τοῦ Ἁγίου Πνεύματος.

[14] Συρόπουλος, σελ. 343.

[15] Συρόπουλ. σελ. 304.

[16] Νεκτάριος Ἱεροσολύμων, σελ. 236 καὶ 237.

[17] Δοσίθεος Ἱεροσολύμων, Τόμος Ἀγάπης, σελ. 581.

[18] Κόθορνος· ὑπόδημα ἐφαρμοζόμενον εἰς ἀμφοτέρους τοὺς πόδας· ἀκολούθως ἄνθρωπος διπρόσωπος καὶ εὐμετάβολος.

[19] Ἡ ἔκθεσις αὕτη τῆς πίστεως εὑρέθη μεταγενεστέρως ἐν Κωνσταντινουπόλει σεσαθρωμένη καὶ μόλις ἀναγνωσθεῖσα, ἥτις μετεγράφη παρὰ τοῦ μακαριωτάτου Πατριάρχου Ἱεροσολύμων κυρίου Νεκταρίου ἐν τῷ Συνταγματίῳ αὑτοῦ, σελ. 231.