Εἴς τις γάρ, φησι, παρὰ τοῦτο τὸ Ἱερὸν Σύμβολον τολμήσει ἕτερον ἀναγράψασθαι, ἢ προσθῆναι ἢ ὑφελεῖν καὶ ὅρον ὀνομάσαι ἀποθρασυνθείη κατάκριτος καὶ πάσης χριστιανικῆς πολιτείας ἀπόβλητος. Τὰ δ’ αὐτὰ καὶ ὁ Πάπας Ἰωάννης πρὸς τὸν Ἅγιον Φώτιον ἐπιστέλλων φησὶ πλατύτερόν τε καὶ καθαρώτερον περὶ τῆς ἐν τῷ Συμβόλῳ ταύτης προσθήκης.
Αὕτη ἡ Σύνοδος καὶ κανόνας ἐξέθετο τοὺς ἐν πᾶσι τοῖς κανονικοῖς βιβλίοις εὑρισκομένους· κατὰ τοὺς ὅρους τοίνυν αὐτῆς καὶ τῶν πρὸ αὐτῆς Συνόδων, τὸ ἱερὸν τῆς Πίστεως Σύμβολον ἀκίνητον δεῖ φυλάττεσθαι κρίνω, ὡς ἐξεδόθη καὶ οὓς ἀποβάλλονται συναποβαλλόμενος, οὐδέποτε εἰς κοινωνίαν προσδέξομαι τοὺς τολμήσαντας ἐν τῷ Συμβόλῳ τὴν καινοτομίαν προσθῆναι περὶ τῆς τοῦ Ἁγίου Πνεύματος ἐκπορεύσεως, ἕως ἂν ἐμμένωσι τῇ τοιαύτῃ καινοτομίᾳ. Ὁ γὰρ κοινωνῶν, φησι, τῷ ἀκοινωνήτῳ καὶ αὐτὸς ἀκοινώνητος ἔστω· καὶ ὁ θεῖος Χρυσόστομος ἐξηγούμενος τό, εἴ τις εὐαγγελίζεται ὑμῖν παρ’ ὃ παρελάβετε, ἀνάθεμα οὐκ εἶπε, φησίν, ἐὰν ἐναντίᾳ καταγγέλλωσιν ἢ τὸ πᾶν ἀνατρέπωσιν, ἀλλὰ κἄν τι μικρὸν εὐαγγελίζωνται, παρ’ ὃ παρελάβετε, κἄν τὸ τυχὸν παρακινήσωσιν, ἀνάθεμα ἔστωσαν. Καὶ ὁ αὐτὸς αὖθις· οἰκονομητέον ἔνθα μὴ παρανομητέον.
Καὶ ὁ Μέγας Βασίλειος ἐν τοῖς ἀσκητικοῖς (φησί) φανερὰ ἔκπτωσις πίστεως καὶ ὑπερηφανείας κατηγορία, ἢ ἀθετεῖν τι τῶν γεγραμμένων ἢ ἐπεισάγειν τῶν μὴ γεγραμμένων, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ εἰπόντος, τὰ ἐμὰ πρόβατα τῆς φωνῆς μου ἀκούει· καὶ πρὸ τούτου εἰρηκότος, ἀλλοτρίῳ δὲ μὴ ἀκολουθήσουσιν, ἀλλὰ φεύξονται ἀπ’ αὐτοῦ, ὅτι οὐκ οἴδασι τὴν φωνὴν τῶν ἀλλοτρίων· καὶ ἐν τῇ πρὸς μονάζοντας ἐπιστολῇ· οἵτινες τὴν ὑγιᾶ πίστιν προσποιοῦνται ὁμολογεῖν, κοινωνοῦσι δὲ τοῖς ἑτερόφροσι, τοὺς τοιούτους, εἰ μετὰ παραγγελίαν μὴ ἀποστῶσι, μὴ μόνον ἀκοινωνήτους ἔχειν, ἀλλὰ μηδὲ ἀδελφοὺς ὀνομάζειν. Καὶ πρὸ τούτου ὁ θεοφόρος Ἰγνάτιος ἐν τῇ πρὸς τὸν θεῖον Πολύκαρπον Σμύρνης ἐπιστολῇ· πᾶς ὁ λέγων, φησί, παρὰ τὰ διατεταγμένα, κἂν ἀξιόπιστος ᾖ, κἂν νηστεύῃ, κἂν σημεῖα ποιῇ, κἂν προφητεύῃ, λύκος σοι φαινέσθω ἐν προβάτου δορᾷ, προβάτων φθορὰν κατεργαζόμενος καὶ τί δεῖ πολλὰ λέγειν: ἅπαντες οἱ τῆς Ἐκκλησίας Διδάσκαλοι, πᾶσαι αἱ Σύνοδοι, πᾶσαι αἱ Θεῖαι Γραφαὶ φεύγειν τοὺς ἑτερόφρονας παραινοῦσι καὶ τῆς αὐτῶν κοινωνίας διΐστασθαι.