Ὁ δὲ Ἅγιος Δαμασκηνὸς (λέγων) καὶ ἐν ἄλλοις, ὅσα ἁρμόζει πηγή, αἰτία γεννήτορι τῷ Πατρὶ μόνῳ προσαρμοστέα· οὐκ ἂν ὁ θεολογικώτατος οὗτος Δαμασκηνὸς τὴν ΔΙΑ τιθεὶς ἐπὶ τοῦ Υἱοῦ, τὴν ΕΚ ἀπηγόρευεν, ἐν μὲν τῷ 8ῳ τῶν Θεολογικῶν λέγων, ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα οὐ λέγομεν, δι’ Υἱοῦ δὲ ὀνομάζομεν καὶ δι’ Υἱοῦ φανεροῦσθαι ἡμῖν ὁμολογοῦμεν· ἐν δὲ τῷ ιγ’ πάλιν ὁ αὐτὸς Πνεῦμα Υἱοῦ οὐχ ὡς ἐξ αὐτοῦ, ἀλλ’ ὡς δι’ αὐτοῦ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον· μόνος γὰρ αἴτιος ὁ Πατήρ, ἐν δὲ τῇ πρὸς Ἰορδάνην ἐπιστολῇ πρὸς τῷ τέλει· Πνεῦμα ἐνυπόστατον ἐκπόρευμα καὶ πρόβλημα, δι’ Υἱοῦ δὲ καὶ οὐκ ἐξ Υἱοῦ, ὡς Πνεῦμα στόματος Θεοῦ Λόγου ἐξαγγελτικόν· ἐν δὲ τῷ εἰς τὴν θεόσωμον ταφὴν τοῦ Κυρίου λόγῳ Πνεῦμα Ἅγιον τοῦ Θεοῦ καὶ Πατρός, ὡς ἐξ αὐτοῦ ἐκπορευόμενον, ὅπερ καὶ τοῦ Υἱοῦ λέγεται, ὡς δι’ Αὐτοῦ φανερούμενον καὶ τῇ κτίσει μεταδιδόμενον· ἀλλ’ οὐκ ἐξ αὐτοῦ ἔχον τὴν ὕπαρξιν.
Δῆλον γάρ, ὡς ἔνθα μεσιτείαν αἰτιώδη δηλοῖ ἡ ΔΙΑ καὶ τὸ προσεχὲς αἴτιον, ὡς οἱ Λατῖνοι βούλονται, πάντως ἰσοδυναμεῖ τότε τῇ ΕΚ καὶ ἡ ἑτέρα τῆς ἑτέρας τὴν χρῆσιν ἀντιλαμβάνει· ὡς τὸ ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ, ταὐτὸν τῷ ἐκ τοῦ Θεοῦ καὶ ὁ Ἀνὴρ ΔΙΑ Γυναικός, τοῦτ’ ἔστιν ἐκ Γυναικός· ἔνθα τοίνυν ἡ ΕΚ ἀπηγόρευται, δῆλον ὅτι καὶ ἡ αἰτία ταύτῃ συναπηγόρευται· λείπεται ἄρα τὸ ἐκ τοῦ Πατρὸς δι’ Υἱοῦ ἐκπορεύεσθαι, τὸ Πνεῦμα τὸ Ἅγιον οὕτω λέγεσθαι κατὰ τὸν τῆς συνεπτυγμένης Θεολογίας τρόπον, ὡς ἐκ Πατρὸς ἐκπορευόμενον, δι’ οὗ φανεροῦσθαι, ἢ γνωρίζεσθαι, ἢ ἐκλάμπειν, ἢ πεφυκέναι νοεῖσθαι· τοῦτο γάρ φησιν ὁ Μέγας Βασίλειος, γνωριστικὸν τῆς κατὰ τὴν ὑπόστασιν ἰδιότητος σημεῖον ἔχει τὸ μετὰ τοῦ Υἱοῦ καὶ σὺν αὐτῷ γνωρίζεσθαι καὶ οὐκ ἄλλη τις πρὸς τὸν Πατέρα, ἢ τὸ ἐξ αὐτοῦ ὑφεστᾶναι.
Τοῦτ’ ἄρα καὶ τὸ διὰ τοῦ Υἱοῦ βούλεται, τὸ μετ’ αὐτοῦ γνωρίζεσθαι καὶ οὐκ ἄλλη τις πρὸς τὸν Πατέρα, ἢ τὸ ἐξ αὐτοῦ ὑφεστᾶναι οὐκ ἄρα ἐκ τοῦ Υἱοῦ ὑφέστηκεν, οὐδὲ τὸ εἶναι ἔχει τὸ Πνεῦμα τὸ Ἅγιον· ὥσπερ δι’ Υἱοῦ τὰ πάντα γεγενῆσθαι λέγεται· ἀλλ’ ἐκεῖνο μὲν λέγεται τῆς ΔΙΑ κειμένης ἀντὶ τῆς ΕΚ, τοῦτο δὲ οὐδαμῶς. Οὐδ’ ἂν εὕροι τις οὐδαμοῦ κείμενον οὕτω χωρὶς τοῦ Πατρός, ἀλλ’ ἐκ Πατρὸς δι’ Υἱοῦ λέγεται· τοῦτο δὲ τὴν αἰτίαν οὐκ ἐξ ἀνάγκης τῷ Υἱῷ δίδωσι· διὰ τοῦτο καὶ τὸ ἐξ Υἱοῦ καὶ παντελῶς οὐχ εὕρηται καὶ καθαρῶς ἀπηγόρευται.