Ναί, πρὸς τῆς Τριάδος αὐτῆς, ναὶ πρὸς τῆς κοινῆς ἐλπίδος, ἐφ’ ἧς πεποίθαμεν καὶ πεποίθατε· μὴ περιίδητε κενοὺς καὶ ἀπράκτους ἡμᾶς ἀπελθόντας, ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ Χριστοῦ παρακαλοῦντος δι’ ἡμῶν· μὴ ἀτιμάσητε τὴν πρεσβείαν, μὴ τὰς εὐχὰς ἀκάρπους ἐξελέγξητε, μὴ τὸ θέλημα τῶν ἐχθρῶν ἐκπληρώσητε, μὴ τὸν κοινὸν ἡμῶν ἐχθρὸν καὶ πολέμιον ἐπιγελάσαι ἡμῖν ὡς πρότερον συγχωρήσητε· μὴ τὸν Θεὸν καὶ τὸ Πνεῦμα τὸ Ἅγιον λυπηθῆναι παρασκευάσητε· μετέωρός ἐστι πᾶσα ψυχὴ καὶ ἀκοὴ πᾶσα τὴν ὑμῶν ἀναμένουσα γνώμην, ἣν ἐθελήσητε νεῦσαι πρὸς τὴν ἀγάπην καὶ τὰ σκάνδαλα ἐκ μέσου περιελεῖν· ἤρθη τὰ τῶν Χριστιανῶν, πέπτωκε τὰ τῶν ἀσεβῶν· ἔπτυξαν οἱ μισοῦντες ἡμᾶς καὶ τὸν οἰκεῖον προεγνώκασιν ὄλεθρον· εἰδ’ ὃ μὴ γένοιτο, τοὐναντίον ἐκβαίη καὶ τὸ πονηρὸν ἔθος τῆς διαστάσεως ἐπικρατήσειε τοῦ κοινοῦ καὶ συμφέροντος, ἐγὼ μὲν οὐκέτι δύναμαι περαιτέρω λέγειν καὶ τῷ πάθει συγχέομαι, Θεὸς δὲ ὁ πάντα δυνάμενος ἐπανορθώσειε τὴν Ἐκκλησίαν αὐτοῦ, ἣν τῷ ἰδίῳ ἐξηγόρασεν αἵματι καὶ τὸ θέλημα αὐτοῦ ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς γενέσθαι παρασκευάσειεν· ὅτι αὐτῷ πρέπει δόξα, τιμὴ καὶ προσκύνησις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Αἱ περὶ καθαρτηρίου πυρὸς συζητήσεις.
Μετὰ τὸ Πάσχα οἱ μὲν Λατῖνοι ἤθελον νὰ συζητήσωσι μετὰ τῶν Ἑλλήνων τὰς δογματικὰς διαφοράς, οἱ δὲ Ἕλληνες ἐπέμενον νὰ προσέλθουν καὶ οἱ μετέχοντες τῆς ἐν Βασιλείᾳ Συνόδου. Τέλος συνεφώνησαν νὰ συνέρχωνται τρὶς καθ’ ἑβδομάδα εἰς τὸν Ναὸν τοῦ Ἁγίου Ἀνδρέου ἐκ μὲν τῶν Ἑλλήνων ὁ Ἅγιος Μάρκος, ὁ Μονεμβασίας, ὁ Νικαίας, ὁ Λακεδαιμονίας, ὁ Ἀγχιάλου, ὁ μέγας Χαρτοφύλαξ, ὁ μέγας Ἐκκλησιάρχης καὶ ἄλλοι τινές, διαλεγομένων ὅμως πρὸς τοὺς Λατίνους, κατὰ διαταγὴν τοῦ αὐτοκράτορος, μόνον τοῦ Ἁγίου Μάρκου, διακρινομένου διὰ πολυμάθειαν, στερεότητα χαρακτῆρος καὶ ζῆλον ὑπὲρ τῆς Ὀρθοδοξίας, καὶ τοῦ Νικαίας Βησσαρίωνος, πολυμαθοῦς μὲν καὶ εὐγλώττου, στερουμένου ὅμως σταθερότητος χαρακτῆρος καὶ ἁγνῆς ἀγάπης πρὸς τὴν ἀλήθειαν. Ἐκ τῶν Λατίνων ἐξελέγησαν δύο Καρδινάλιοι, δύο μητροπολῖται, δύο Ἐπίσκοποι καὶ τέσσαρες Κληρικοί. Ἤρχισαν οὕτω αἱ μερικαὶ συνελεύσεις τὴν 4ην Ἰουνίου, ἐν ἀναμονῇ προσελεύσεως τῶν προσκληθέντων ὑπὸ τοῦ Πάπα. Εἰς τὴν πρώτην συνέλευσιν ἡ συζήτησις ἤρχισε περὶ Πουργατορίου ἤτοι τοῦ καθαρτηρίου πυρός, ὅπερ οἱ Ἕλληνες τελείως ἠρνοῦντο. Διὰ τοῦτο εἶναι ἀνάγκη νὰ ἐξηγήσωμεν δι’ ὀλίγων τὶ εἶναι τοῦτο.