Σπαράττεσθαι πάντας ὑμᾶς εἰκός, εἰ μὴ ἀναλγήτως ἔχετε. Λάβε μοι κατὰ νοῦν τὰ τῶν Χριστιανῶν αἵματα, τὰ καθ’ ἑκάστην ἐκχεόμενα τὴν ἡμέραν, εἰς τὴν ὑπὸ βαρβάρων πικρὰν δουλείαν καὶ τὸν ὀνειδισμὸν τοῦ Σταυροῦ τοῦ Χριστοῦ· προσέτι δὲ θυσιαστηρίων ἀνατροπήν, κατάσχεσιν Ἱερῶν σκευῶν καὶ ἐπίπλων διανομήν· ἅπαντα λυθῆναι διὰ τῆς ἡμῶν ὁμονοίας εἰκός, τοῦ Θεοῦ συνεργοῦντος, ἣν ἐθελήσετε μόνον τὸ τραχὺ τοῦτο καὶ ἀνένδοτον ἀποθέμενοι συγκαταβῆναι τοῖς ἀσθενέσιν ἡμῖν καὶ τὰ σκανδαλίζοντα ἡμᾶς ἐκ μέσου περιελεῖν· «εἰ (γὰρ) βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα» (Α’ Κορ. η’ 13)· καὶ μὴν οὐ κεκώλυται τὸ κρέας φαγεῖν· οὕτω καὶ νῦν, ἁγιώτατε Πάτερ. Καλὸς μέν, ὡσανεὶ εἴπωμεν καὶ ὁ ἔνζυμος ἄρτος, καλὸς καὶ ὁ ἄζυμος, ἀλλ’ ὁ ἄζυμος σκανδαλίζει καὶ ἥττων εἰς θυσίαν λογίζεται καὶ ἀτελὴς καὶ νεκρὸς καὶ ἄρτος κακώσεως παρὰ τῇ Ἁγίᾳ Γραφῇ καλεῖται· τὶ μὴ ὁ ἔνζυμος αἱρετέος καὶ περιαιρετέος ὁ ἄζυμος; «ὅτι εἷς ἄρτος, ἓν σῶμα οἱ πολλοὶ ἐσμέν», φησὶν ὁ θεῖος Ἀπόστολος· «οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου (καὶ οὐκ ἀζύμου φησὶ) μετέχομεν» (Α’ Κορ. ι’ 17)· ὅπου ἄρα μὴ τοῦ ἑνὸς ἄρτου μετέχομεν, εἰκότως οὐδὲ ἓν σῶμα σύνεσμεν, οὐδὲ συμπνέομεν ἀλλήλοις καὶ τὴν αὐτὴν ποιούμεθα κίνησιν.
Παρακαλῶ ὑμᾶς (ὁ αὐτὸς φησὶ) διὰ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἵνα τὸ αὐτὸ λέγητε πάντες καὶ μὴ ᾗ ἐν ὑμῖν σχίσματα» (Α’ Κορ. α’ 10)· ὅπου μὴ τὸ αὐτὸ λέγωμεν, εἰκότως τὸ σχίσμα τοῦτο τὸ μέγα καὶ ἀθεράπευτον ἐν ἡμῖν ἐστι καὶ μέχρι τῆς σήμερον· ποῦ δὲ οὐ τὸ αὐτὸ λέγομεν; οὐκ ἐν γωνίᾳ καὶ παραβύστῳ τινὶ καὶ κατ’ αὐτοὺς συνιόντες, ὅπου καὶ λαθεῖν ἐστὶ τοὺς πολλούς, ἀλλ’ ἐν τῷ κοινῷ Συμβόλῳ τῆς Πίστεως, ἐν τῇ τοῦ Βαπτίσματο ὁμολογίᾳ, ἐν τῇ Χριστιανικῇ σφραγῖδι. Καὶ εἰ ὁ βασιλικὸν παραχαράττων νόμισμα μεγάλης ἐστὶ τιμωρίας ἄξιος, ὁ τὴν κοινὴν σφραγῖδα τῆς χριστιανῶν ὁμολογίας μεταποιῶν, τίνα ἂν ὑποσχὼν τὴν δίκην, οὐκ ἐλλάτω δόξειε δοῦναι τοῦ πλημμελήματος; Σκόπει δὲ οὕτως ἐλέγομέν ποτε τὸ αὐτὸ δηλονότι καὶ οὐκ ἦν ἐν ἡμῖν σχίσματα, τότε δήπου καὶ τοῖς Πατράσι συνεφωνοῦμεν ἀμφότεροι· νῦν δέ, ὅτε μὴ τὸ αὐτὸ λέγομεν, ὅπως ἄρα ἑκάτερος ἔχομεν, ἡμεῖς μὲν δὴ τὰ αὐτὰ λέγομεν ἅπερ κἂν τότε καὶ ἡμῖν αὐτοῖς συνεφωνοῦμεν καὶ τοῖς Πατράσιν ἡμῶν καὶ ὑμῖν, ἂν ἐθέλητε τ’ ἀληθῆ λέγειν· ὑμεῖς δὲ ἐπεισαγαγόντες καινότερα, πρῶτον μὲν πρὸς ὑμᾶς αὐτούς, εἶτα πρὸς τοὺς κοινοὺς Πατέρας, ἔπειτα δέ γε καὶ πρὸς ἡμᾶς διαφωνεῖν ἀναγκάζεσθει· καὶ τὶ μὴ πρὸς τὴν καλὴν ἐκείνην συμφωνίαν ἐπάνιμεν; ἢ καὶ ἡμῖν αὐτοῖς καὶ ἀλλήλοις καὶ τοῖς Πατράσιν ὁμολόγους ἀποφανεῖ καὶ τὸ σχίσμα περιελεῖ καὶ συνάψει τὰ διεστῶτα καὶ πᾶν ἀγαθὸν ἐργάσεται.