Τὰ ἐν τῇ Φλωρεντινῇ ψευδοσυνόδῳ κατὰ Λατίνων ὑπερφυᾶ κατορθώματα τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΜΑΡΚΟΥ Ἀρχιεπισκόπου Ἐφέσου τοῦ Εὐγενικοῦ.

γήρως ἐπιλαθέσθαι καὶ ἀσθενείας μακρᾶς παρεσκεύασε καὶ ἡμᾶς τοὺς ὑπ’ αὐτῷ ποιμαινομένους ἁπανταχόθεν συνήθροισε καὶ μακρᾶς ὁδοῦ καὶ πελάγους καὶ κινδύνων ἑτέρων κατατολμῆσαι πεποίηκεν, ἀφ’ οὗ προφανῶς Θεοῦ δυνάμει καὶ κρίσει γεγένηται· καὶ τόπερ ὁποῖον ἔσται καλὸν καὶ Θεῷ Φίλον, ἐντεῦθεν ἤδη προοιμιάζεται.

Δεῦρο δὴ οὖν, ἁγιώτατε Πάτερ, ὑπόδεξαι τὰ σὰ τέκνα μακρόθεν ἐξ ἀνατολῶν ἥκοντα, περίπτυξαι τοὺς ἐκ μακροῦ διεστῶτας τοῦ χρόνου, πρὸς τὰς σὰς καταφυγόντας ἀγκάλας· θεράπευσον τοὺς σκανδαλισθέντας, ἅπαν σκῶλον καὶ πρόσκομμα τῆς εἰρήνης κωλυτικὸν ἐκ μέσου γενέσθαι κέλευσον· εἰπὲ καὶ αὐτὸς τοῖς Ἀγγέλοις ὡς τοῦ Θεοῦ μιμητής, ὁδοποιήσατε τῷ λαῷ μου καὶ τοὺς λίθους ἐκ τῆς ὁδοῦ διαῥῥίψατε· μέχρι τίνος οἱ τοῦ αὐτοῦ Χριστοῦ καὶ τῆς αὐτῆς Πίστεως βάλλομεν ἀλλήλους καὶ κατατέμνομεν; Μέχρι τίνος οἱ τῆς αὐτῆς Τριάδος προσκυνηταὶ δάκνομεν ἀλλήλους καὶ κατεσθίομεν; ἕως ἂν ὑπ’ ἀλλήλων ἀναλωθῶμεν καὶ ὑπὸ τῶν ἔξωθεν ἐχθρῶν εἰς τὸ μηκέτι εἶναι χωρήσωμεν; Μὴ γένοιτο, Χριστὲ Βασιλεῦ, τοῦτο, μηδὲ νικήσῃ τὴν σὴν ἀγαθότητα τῶν ἡμετέρων ἁμαρτιῶν ἡ πληθύς, ἀλλ’ ὥσπερ ἐν τοῖς πρότερον χρόνοις, ὅτε τὴν κακίαν εἶδες ὑπερταθεῖσαν καὶ ἐπὶ μέγα χωρήσασαν, διὰ σαυτοῦ καὶ τῶν σῶν Ἀποστόλων ἀνέστειλας αὐτὴν τῆς πρόσω φορᾶς καὶ πρὸς τὴν Σὴν ἐπίγνωσιν ἐπέστρεψας ἅπαντας, οὕτω καὶ νῦν διὰ τῶν σῶν θεραπόντων, οἱ μηδὲν τῆς σῆς ἀγάπης προυργειαίτερον ἔθεντο, σύναψον ἡμᾶς ἀλλήλοις καὶ Σεαυτῷ καὶ τὴν εὐχὴν ἐκείνων ἐπιτελῆ ποίησον, ἣν ἡνίκα πρὸς τὸ πάθος ἀπῄεις εὐχόμενος ἔλεγες· «(Δὸς αὐτοῖς) ἵνα ὦσιν ἕν, καθὼς ἡμεῖς ἓν ἐσμεν» (Ἰωάν. ιζ’ 22).

Ὁρᾷς, Κύριε, τὴν διασπορὰν ἡμῶν ὡς ἐλεεινὴ καὶ ὡς οἱ μὲν αὐτονομίᾳ καὶ αὐθαδείᾳ συνειθισθέντες, εἰς ἀφορμὴν τῆς σαρκὸς τὴν ἐλευθερίαν κατεχρησάμεθα καὶ δοῦλοι τῆς ἁμαρτίας καὶ τὸ ὅλον σάρκες γεγόναμεν, οἱ δὲ τοῖς ἐχθροῖς τοῦ σταυροῦ σου πρὸς διαρπαγὴν καὶ δουλείαν ἔκδοτοι καθεστήκαμεν καὶ ὡς πρόβατα σφαγῆς ἐλογίσθημεν· ἱλάσθητι, Κύριε, πρόσχες, Κύριε, ἀντιλαβοῦ ἡμῶν, Κύριε. Τὸ πάλαι θρυλούμενον ὡς Οἰκουμενικῆς Συνόδου χρεία τοῖς πράγμασι, σήμερον ἡμεῖς ἐπληρώσαμεν καὶ τὸ ἡμέτερον ἅπαν εἰσενηνόχαμεν· δὸς δὴ καὐτὸς τὰ πρὸς τελείωσιν ὧν ἠρξάμεθα· δύνασαι γάρ, εἰ θελήσῃς μόνον καὶ τὸ θέλημά σου πρᾶξίς ἐστι συντετελεσμένη· εἰπὲ καὶ ἡμῖν, ὡς πρότερον διὰ τοῦ Προφήτου σου· «μεθ’ ὑμῶν ἐγώ εἰμι… καὶ τὸ Πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν» (Ἀγγ. β’ 4-5) σοῦ γὰρ παρόντος ἅπαντα λοιπὸν εὔοδα καὶ λεῖα γενήσεται. Καὶ ταῦτα μὲν ἐμοὶ πρός γε τὸ παρὸν ηὔχθω· πρὸς δὲ σὲ λοιπόν, ἁγιώτατε Πάτερ, τὸν λόγον ποιήσομαι.


Ὑποσημειώσεις

[1] Περὶ τῆς Ἁγίας ταύτης Συνόδου καὶ τῶν προοιμίων τοῦ σχίσματος γενικώτερον βλέπε ἐν τῷ Βίῳ τοῦ Ἁγίου Φωτίου Πατριάρχου Κωνσταντινουπόλεως, τῇ ϛ’ (6ῃ) τοῦ μηνὸς Φεβρουαρίου, ἐν τόμῳ Β’ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας».

[2] Βλέπε περὶ τῶν γεγονότων τούτων εἰς τὸν Βίον τοῦ Ἁγίου Κλήμεντος ἐπισκόπου Ἀχρίδος, τῇ κβ’ (22ᾳ) τοῦ μηνὸς Νοεμβρίου, ἐν τόμῳ ΙΑ’ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας».

[3] Δοσιθέου Ἱεροσολύμων, Τόμος Ἀγάπης, εἰς τὰ Προλεγόμενα, σελ. η’.

[4] Νεκτάριος Ἱεροσολύμων, σελ. 55.

[5] Ἀρχιμ. Ἀνδρόνικος Κ. Δημητρακόπουλος, σελ. 109, ἔκδοσις Λειψίας.

[6] Δωδεκάβιβλος Δοσιθέου, σελ. 903.

[7] Λίβελλος σημαίνει ὑπόμνημα, ἔγγραφον εἰς τὸ ὁποῖον ἀναπτύσσονται αἱ ἀπόψεις διὰ κάποιον σπουδαῖον ζήτημα.

[8] Τρεῖς ἀπαντήσεις τοῦ Ἁγίου Μάρκου πρὸς τοὺς παρὰ Λατίνων εἰρημένους λόγους περὶ τοῦ καθαρτηρίου πυρὸς ἀπόκεινται ἐν τῇ βιβλιοθήκῃ τῆς Μόσχας ὑπ’ ἀριθ. 268 καὶ 394. Αἱ δύο τῶν ἀπαντήσεων τούτων εὑρίσκονται καὶ ἐν τῇ Βιβιοθήκῃ τῶν Παρισίων, αἵτινες ἐσφαλμένως ἐπιγράφονται εἰς τὸ ὄνομα Γεωργίου τοῦ Σχολαρίου (Συρόπ. σελ. 135).

[9] Διηγεῖται τοῦτο καὶ ὁ μέγας Ἐκκλησιάρχης Σίλβεστρος ὁ Συρόπουλος, λέγων ὅτι οἱ Ἀνατολικοὶ ἀκούσαντες τοῦτο ἐγέλασαν μεγάλως, ὅθεν παντελῶς δὲν ἀνέφερον αὐτὸ πλέον οἱ Λατῖνοι, εἰς καμμίαν διάλεξιν.

[10] Εἰς ταύτην τὴν ὁμολογίαν πρόσεχε καλῶς, ἀναγνῶστα, διότι εἶναι ἀκριβεστάτη καὶ ἀρκεῖ ἀντὶ πάντων κατὰ τῶν κακοδόξων παπιστῶν.

[11] Βλέπε ὑποσημείωσιν σελ. 597.

[12] Συρόπουλος, σελ. 211.

[13] Καβάσιλας Νεῖλος, Μητροπολίτης Θεσσαλονίκης ἀκμάσας περὶ τὸ 1360. Εἶναι ἐπίσημος διὰ τὸν πόλεμον κατὰ τῶν Λατίνων, συγγράψας τὸ περὶ «Ἀρχῆς τοῦ Πάπα» σύγγραμμα, εἰς τὸ ὁποῖον ἔγραψε περὶ τῆς διαιρέσεως τῶν δύο Ἐκκλησιῶν, περὶ καθαρτηρίου πυρὸς καὶ περὶ ἐκπορεύσεως τοῦ Ἁγίου Πνεύματος.

[14] Συρόπουλος, σελ. 343.

[15] Συρόπουλ. σελ. 304.

[16] Νεκτάριος Ἱεροσολύμων, σελ. 236 καὶ 237.

[17] Δοσίθεος Ἱεροσολύμων, Τόμος Ἀγάπης, σελ. 581.

[18] Κόθορνος· ὑπόδημα ἐφαρμοζόμενον εἰς ἀμφοτέρους τοὺς πόδας· ἀκολούθως ἄνθρωπος διπρόσωπος καὶ εὐμετάβολος.

[19] Ἡ ἔκθεσις αὕτη τῆς πίστεως εὑρέθη μεταγενεστέρως ἐν Κωνσταντινουπόλει σεσαθρωμένη καὶ μόλις ἀναγνωσθεῖσα, ἥτις μετεγράφη παρὰ τοῦ μακαριωτάτου Πατριάρχου Ἱεροσολύμων κυρίου Νεκταρίου ἐν τῷ Συνταγματίῳ αὑτοῦ, σελ. 231.