Τὰ ἐν τῇ Φλωρεντινῇ ψευδοσυνόδῳ κατὰ Λατίνων ὑπερφυᾶ κατορθώματα τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΜΑΡΚΟΥ Ἀρχιεπισκόπου Ἐφέσου τοῦ Εὐγενικοῦ.

Τίς ἡ τοσαύτη φιλονικία περὶ τὴν καινοτόμον ταύτην προσθήκην, ἥτις τὸ σῶμα Χριστοῦ κατέτεμε καὶ διέσχισε καὶ τοὺς ὑπ’ αὐτοῦ καλουμένους ἐπὶ τοσοῦτον ταῖς γνώμαις διέσχισε; Τίς ἡ μακρὰ καὶ χρονία ἔνστασις καὶ ἄφιλος ὑπεροψία τῶν ἀδελφῶν καὶ τῶν σκανδαλιζομένων ἡ ἀλλοτρίωσις; Τί τῶν Πατέρων κατέγνωμεν, ὅτι παρὰ τὰς κοινὰς αὐτῶν παραδόσεις, ἕτερα φρονοῦμεν καὶ λέγομεν; Τὴν ἐκείνων ἐλλιπῆ τιθέμεθα Πίστιν καὶ τὴν ἡμετέραν ὡς τελειοτέραν εἰσάγομεν; Τί παρὰ τὸ Εὐαγγέλιον, ὃ παρελάβομεν, ἕτερον εὐαγγελιζόμεθα; Τίς ἡμῖν ἐβάσκανε πονηρὸς δαίμων τῆς ὁμονοίας καὶ τῆς ἑνώσεως; Τίς τὴν ἀδελφικὴν ἀγάπην ἐξ ἡμῶν ἀφεῖλε, τὴν διάφορον θυσίαν εἰσαγαγών, τὴν οὐκ ὀρθῶς προσφερομένην, ἐπεὶ μὴ διαιρουμένην; Ἄρα ψυχῆς Ἀποστολικῆς ταῦτα καὶ πατρικῆς γνώμης καὶ ἀδελφικῆς διαθέσεως; ἢ τοὐναντίον σκαιοῦ ἂν καὶ διεστραμμένου καὶ αὐθεκάστου καὶ οὐδὲν ἡγουμένου δεινὸν εἰ πάντες ἀπόλλοιντο; Ἐγὼ μὲν οἶμαι τὸν τὴν διαίρεσιν ταύτην εἰσαγαγόντα καὶ τὸν ἄνωθεν ὑφαντὸν χιτῶνα τοῦ Δεσποτικοῦ Σώματος διασχίσαντα μείζω τῶν σταυρωτῶν ὑποστήσασθαι δίκην καὶ τῶν ἀπ’ αἰῶνος ἁπάντων ἀσεβῶν καὶ αἱρετικῶν. Ἀλλά σοι τοὐναντίον ἐξέσται, μακαριώτατε Πάτερ, εἰ ἠβουλήθης μόνον τὰ διεστῶτα συνάψαι καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ καθελεῖν καὶ Θεοῦ οἰκονομίας ἔργον ἐργάσασθαι, τούτου καὶ τὴν ἀρχὴν αὐτὸς κατεβάλου καὶ ταῖς λαμπραῖς φιλοτιμίαις καὶ μεγαλοδωρίαις ἐπηύξησας καὶ τόπερ ἐπιθεῖναι εὐδόκησον· οὐ γὰρ εὑρήσεις ἐπιτήδειον μᾶλλον, ἢ ὃν ὁ Θεός σοι παρέσχετο σήμερον· ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἴδε πολιὰς αἰδεσίμους καὶ ἱεροπρεπεῖς, κλίνης ἤδη τὸ πλέον καὶ ἀναπαύσεως δεομένας, ἐκ τῶν οἰκείων ὅρων ἐπαναστάσας καὶ προσδραμούσας τῇ σῇ τελειότητι, μόνῃ τῇ εἰς Θεὸν ἐλπίδι καὶ τῇ πρὸς ὑμᾶς ἀγάπῃ συνεχομένους· ἴδε τὸν στέφανον τὸν πλακέντα τῆς δόξης, ὃν περιθέσθαι μὴ ἀναβάλῃ· κατέτεμεν ἕτερος; αὐτὸς συνούλωσον· διέσχισεν ἕτερος καὶ ἀδιόρθωτον τὸ κακὸν ἔσπευσεν ἐργάσασθαι; σὺ φιλονείκτισον ἐπανορθῶσαι τὸ γεγονός, ὡς εἰμὴ ὅλως ἐγένετο τὴν ἀρχήν.

Ἤκουσα τῶν παρ’ ὑμῖν φιλοσόφων, οἰκονομίας χάριν καὶ διορθώσεώς τινων, οὐχ ὑγιῶς περὶ τὴν πίστιν ἐχόντων, τὴν προσθήκην ταύτην ἐξ ἀρχῆς ἐπινοηθῆναι· οὐκοῦν οἰκονομίας χάριν ἀφαιρεθήτω πάλιν, ἵνα προσλάβησθε ἀδελφούς ὧν τῷ Χωρισμῷ


Ὑποσημειώσεις

[1] Περὶ τῆς Ἁγίας ταύτης Συνόδου καὶ τῶν προοιμίων τοῦ σχίσματος γενικώτερον βλέπε ἐν τῷ Βίῳ τοῦ Ἁγίου Φωτίου Πατριάρχου Κωνσταντινουπόλεως, τῇ ϛ’ (6ῃ) τοῦ μηνὸς Φεβρουαρίου, ἐν τόμῳ Β’ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας».

[2] Βλέπε περὶ τῶν γεγονότων τούτων εἰς τὸν Βίον τοῦ Ἁγίου Κλήμεντος ἐπισκόπου Ἀχρίδος, τῇ κβ’ (22ᾳ) τοῦ μηνὸς Νοεμβρίου, ἐν τόμῳ ΙΑ’ τοῦ ἡμετέρου «Μεγάλου Συναξαριστοῦ τῆς Ὀρθοδόξου Ἐκκλησίας».

[3] Δοσιθέου Ἱεροσολύμων, Τόμος Ἀγάπης, εἰς τὰ Προλεγόμενα, σελ. η’.

[4] Νεκτάριος Ἱεροσολύμων, σελ. 55.

[5] Ἀρχιμ. Ἀνδρόνικος Κ. Δημητρακόπουλος, σελ. 109, ἔκδοσις Λειψίας.

[6] Δωδεκάβιβλος Δοσιθέου, σελ. 903.

[7] Λίβελλος σημαίνει ὑπόμνημα, ἔγγραφον εἰς τὸ ὁποῖον ἀναπτύσσονται αἱ ἀπόψεις διὰ κάποιον σπουδαῖον ζήτημα.

[8] Τρεῖς ἀπαντήσεις τοῦ Ἁγίου Μάρκου πρὸς τοὺς παρὰ Λατίνων εἰρημένους λόγους περὶ τοῦ καθαρτηρίου πυρὸς ἀπόκεινται ἐν τῇ βιβλιοθήκῃ τῆς Μόσχας ὑπ’ ἀριθ. 268 καὶ 394. Αἱ δύο τῶν ἀπαντήσεων τούτων εὑρίσκονται καὶ ἐν τῇ Βιβιοθήκῃ τῶν Παρισίων, αἵτινες ἐσφαλμένως ἐπιγράφονται εἰς τὸ ὄνομα Γεωργίου τοῦ Σχολαρίου (Συρόπ. σελ. 135).

[9] Διηγεῖται τοῦτο καὶ ὁ μέγας Ἐκκλησιάρχης Σίλβεστρος ὁ Συρόπουλος, λέγων ὅτι οἱ Ἀνατολικοὶ ἀκούσαντες τοῦτο ἐγέλασαν μεγάλως, ὅθεν παντελῶς δὲν ἀνέφερον αὐτὸ πλέον οἱ Λατῖνοι, εἰς καμμίαν διάλεξιν.

[10] Εἰς ταύτην τὴν ὁμολογίαν πρόσεχε καλῶς, ἀναγνῶστα, διότι εἶναι ἀκριβεστάτη καὶ ἀρκεῖ ἀντὶ πάντων κατὰ τῶν κακοδόξων παπιστῶν.

[11] Βλέπε ὑποσημείωσιν σελ. 597.

[12] Συρόπουλος, σελ. 211.

[13] Καβάσιλας Νεῖλος, Μητροπολίτης Θεσσαλονίκης ἀκμάσας περὶ τὸ 1360. Εἶναι ἐπίσημος διὰ τὸν πόλεμον κατὰ τῶν Λατίνων, συγγράψας τὸ περὶ «Ἀρχῆς τοῦ Πάπα» σύγγραμμα, εἰς τὸ ὁποῖον ἔγραψε περὶ τῆς διαιρέσεως τῶν δύο Ἐκκλησιῶν, περὶ καθαρτηρίου πυρὸς καὶ περὶ ἐκπορεύσεως τοῦ Ἁγίου Πνεύματος.

[14] Συρόπουλος, σελ. 343.

[15] Συρόπουλ. σελ. 304.

[16] Νεκτάριος Ἱεροσολύμων, σελ. 236 καὶ 237.

[17] Δοσίθεος Ἱεροσολύμων, Τόμος Ἀγάπης, σελ. 581.

[18] Κόθορνος· ὑπόδημα ἐφαρμοζόμενον εἰς ἀμφοτέρους τοὺς πόδας· ἀκολούθως ἄνθρωπος διπρόσωπος καὶ εὐμετάβολος.

[19] Ἡ ἔκθεσις αὕτη τῆς πίστεως εὑρέθη μεταγενεστέρως ἐν Κωνσταντινουπόλει σεσαθρωμένη καὶ μόλις ἀναγνωσθεῖσα, ἥτις μετεγράφη παρὰ τοῦ μακαριωτάτου Πατριάρχου Ἱεροσολύμων κυρίου Νεκταρίου ἐν τῷ Συνταγματίῳ αὑτοῦ, σελ. 231.