Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ὁσίων καὶ θαυματουργῶν Πατέρων ἡμῶν ΣΥΜΕΩΝ καὶ ΘΕΟΔΩΡΟΥ, καὶ τῆς Ὁσίας ΕΥΦΡΟΣΥΝΗΣ, τῶν τὴν ἁγίαν καὶ θεομητορικὴν Εἰκόνα εὑρόντων, καὶ τὴν τοῦ Μεγάλου Σπηλαίου Μονὴν συστησαμένων.

Τοῦτον ὁλοψύχως ἐπόθησε καὶ ἐγκαρδίως ἠγάπησε μέχρι καὶ αὐτῆς τῆς τελευταίας ἀναπνοῆς καὶ δι’ αὐτὸν ἔζησεν ἐν σώματι ὡς ἐπίγειος ἄγγελος καὶ οὐράνιος ἄνθρωπος εἰς ὕψος ἀρετῶν ἀναβᾶσα, ὥστε καὶ προφητικοῦ κατηξιώθη θείου χαρίσματος καὶ παμπόλλων θαυμάτων ἐγένετο ἐνεργός, καὶ ζῶσα καὶ μετὰ θάνατον. Μετέστη δὲ πρὸς Κύριον ἐτῶν γενομένη πεντήκοντα ἕξ καὶ ἐτάφη εἰς αὐτὸν τὸν πλησίον τοῦ οἰκίσκου Ναόν, ὅστις διὰ τοῦτο καὶ κατ’ ἐξοχὴν τὸ Παρεκκλήσιον τῆς Ἁγίας Κόρης ἐπονομάζεται. Ἀλλὰ καὶ τῆς Ὁσίας Μητρὸς ἡμῶν τὸ μὲν ἄλλο τρισόλβιον σκῆνος συναφηρέθη ὁμοῦ μετὰ τῶν λειψάνων τῶν Ἁγίων ἡμῶν Πατέρων· καθὼς ὅμως τῶν Ὁσίων ἐκείνων, παρομοίως καὶ ταύτης ἀπέμεινε καὶ σῴζεται μέχρι σήμερον μόνη ἡ ἁγία κάρα, τιμωμένη καὶ αὐτὴ ὡς ἱερὸν τῆς εὐσεβείας θησαύρισμα καὶ τῆς Μονῆς αὐτῶν ἐγκαλλώπισμα.

Τοιαύτη ὑπῆρξεν ἐν συντομίᾳ ἡ ἔνθεος βιοτὴ τῶν ἰσαποστόλων καὶ θεοφόρων Πατέρων ἡμῶν καὶ τῆς Ὁσίας Μητρὸς ἡμῶν Εὐφροσύνης· καὶ τούτους, ἀδελφοί, τοὺς ἐπιγείους ἀγγέλους καὶ οὐρανίους ἀνθρώπους ἔχοντες ἡμεῖς πνευματικοὺς ἡμῶν γενάρχας καὶ καθηγεμόνας, αὐτοὺς ὀφείλομεν ὡς παρόντας ἀείποτε νὰ ἔχωμεν πρὸ ὀφθαλμῶν, ἀπαρέγκλιτον κανόνα καὶ στάθμην τῆς Μοναχικῆς ἡμῶν πολιτείας. Ὅθεν καὶ πρὸς τὴν μακαρίαν αὐτῶν ζωὴν διευθύνωμεν, ὅσον τὸ δυνατὸν καὶ τὴν ἡμετέραν, ἵνα διὰ τῶν ἁγίων αὐτῶν εὐχῶν καὶ τοῦ μακαρίου τέλους ἀξιωθῶμεν, ἵνα εἴπωσι καὶ περὶ ἡμῶν οἱ τρισμάκαρες ἡμῶν Πατέρες τὸ προφητικὸν «Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἃ μοι ἔδωκεν ὁ Θεὸς» (Ἡσ. η’ 18) καὶ ἀκούσωμεν καὶ ἡμεῖς τῆς δεσποτικῆς ἐκείνης φωνῆς «Εὖ δοῦλε ἀγαθὲ καὶ πιστέ! ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἱς τὴν χαρὰν τοῦ Κυρίου σου» (Ματθ. κε’ 21). Ναί. Γένοιτο, Κύριε, διὰ τῶν πρεσβειῶν τῆς παναχράντου σου Μητρός, τῆς Δεσποίνης πάντων τῶν Χριστιανῶν, ἐν ἐλέει ἐπίσκεψαι, Κύριε, καὶ στερέωσον τὴν Ἱερὰν τοῦ Μεγάλου Σπηλαίου Μονὴν καὶ πᾶσαν τὴν Ἁγίαν Σου Ἐκκλησίαν καὶ πάντας ἡμᾶς εἰς τοὺς αἰῶνας. Ἀμήν.

          

ΕΠΙΣΤΡΟΦΗ


Ὑποσημειώσεις

[1] «Δι’ ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα εἶναι ἵνα Χριστὸν κερδήσω» (Φιλιπ. γʹ 8).

[2] Ἔμειναν δηλονότι ἐν ἀγαμίᾳ καὶ παρθενία, γενόμενοι Μοναχοί.

[3] Ὁ θεῖος Ἐπιφάνιος εἰς τὸ Κατὰ Αἱρέσεων, κεφ. νηʹ (58), σ. 491, ἑρμηνεύων τὸ χωρίον τοῦτο λέγει τὰ ἑξῆς· «Εἰσί γάρ, εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν Βασιλείαν τῶν Οὐρανῶν». Τίνες ὅμως οὗτοι ἀλλ’ ἢ οἱ γενναῖοι Ἀπόστολοι καὶ οἱ μονάζοντες καὶ οἱ καθεξῆς παρθένοι; Ἰωάννης μὲν καὶ Ἰάκωβος υἱοὶ Ζεβεδαίου μείναντες ἐν παρθενίᾳ, καὶ θαυμασίως τὸ κλέος τοῦ στεφάνου τούτου τοῦ ἀγῶνος ἀπενεγκάμενοι· μετ’ αὐτοὺς δὲ ὅσαι μυριάδες ἐν τῷ κόσμῳ μονάζοντες καὶ ἀπὸ Μοναστηρίων (ἴσως Μοναστριῶν) καὶ παρθένων τουτὶ τοῦ ἀγῶνος τὸ κλέος ἀπηνέγκαντο· οἵτινες σώματα γυναικῶν οὐκ ἐμίλησαν, ἀλλ’ ἤθλησαν ἐν ἀγῶνι τελειοτάτῳ, ὡς καὶ Ἠλίας ἐν τῇ Παλαιᾷ Διαθήκη εὑρίσκεται, καὶ Παῦλος λέγων· «λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις καλὸν αὐτοῖς ἔστιν ἐὰν μείνωσιν ὡς κἀγώ» (Αʹ Κορ. ζʹ 8).

[4] Μάξιμος ὁ Γʹ ὁ Ἱεροσολύμων ἐπατριάρχευσε τῷ 333 μέχρι τοῦ 348· τοῦτον διεδέξατο ὁ ἁγιώτατος Κύριλλος Αʹ 350-386.

[5] Ραγουὴλ ἢ Ἰοθόρ, πενθερὸς τοῦ Μωϋσέως. Αἱ θυγατέρες αὐτοῦ ἐποίμαινον τὰς αἶγας τοῦ πατρός των, ὅταν ὁ Μωϋσῆς φεύγων τὴν ὀργὴν τοῦ Φαραὼ εἰσῆλθεν εἰς τὴν γῆν Μαδιάμ, συναντηθεὶς δὲ μετ’ αὐτῶν καὶ γνωρισθεὶς μετὰ τοῦ πατρός των, ἔπειτα ἀπὸ ἐκδούλευσιν τὴν ὁποίαν παρέσχε πρὸς αὐτάς, ἔλαβεν ὡς σύζυγον μίαν ἐξ αὐτῶν, τὴν Σεπφώραν (ἴδε Ἐξόδου βʹ 15-22).

[6] Βλέπε εἰς τὸ Συναξάριον τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Λουκᾶ ἐν σελ. 356-372 τοῦ ἀνὰ χεῖρας τόμου καὶ τὴν ἐν σελ. 356 ὑποσημείωσιν.

[7] «Ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω» (Γαλ. ϛʹ 17).

[8] «Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ» (Βʹ Τιμ. δʹ 8).