Λόγος Ἐγκωμιαστικὸς εἰς τὴν Ἀνακομιδὴν ὁμοῦ καὶ κατάθεσιν τοῦ τιμίου σώματος τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος ΓΕΩΡΓΙΟΥ τοῦ Τροπαιοφόρου ἐν τῷ εἰς τὴν Λύδδαν Ναῷ αὐτοῦ, τοῦ Ὁσίου Πατρὸς ἡμῶν ΝΙΚΟΔΗΜΟΥ τοῦ Ἁγιορείτου.

Τελευταῖον δὲ, ἡ ἐντὸς τοῦ ἁγίου Βήματος ὑποκάτω τῆς ἁγίας Τραπέζης γενομένη σήμερον κατάθεσις τοῦ τιμίου σώματος τοῦ Γεωργίου προεικονίζει σαφῶς τὴν ἕνωσιν, τὴν ὁποίαν μέλλει νὰ ἔχῃ ὁ Γεώργιος, ψυχῇ τε καὶ σώματι, μετὰ τοῦ Χριστοῦ εἰς αἰῶνα μέσα εἰς αὐτὰ τὰ ἄδυτα τῆς τῶν οὐρανῶν Βασιλείας, συμβασιλεύων μετὰ τοῦ Βασιλεως Χριστοῦ καὶ σὺν Αὐτῷ ὤν, καὶ θεωρῶν καὶ ἀπολαμβάνων τὴν δόξαν τῆς Θεότητος Αὐτοῦ, κατὰ τὴν εὐχήν, τὴν ὁποίαν ὁ Κύριος ηὔξατο πρὸς τὸν Πατέρα, εἰπών· «Πάτερ, οὕς δέδωκάς μοι θέλω ἵνα ὅπου εἰμὶ ἐγώ, κἀκεῖνοι ὦσι μετ’ ἐμοῦ, ἵνα θεωρῶσι τὴν δόξαν τὴν ἐμήν, ἥν δεδωκάς μοι» (Ἰωάν. ιζ’ 24). Τοῦτο δηλῶν καὶ ὁ Παῦλος ἔλεγεν «οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα» (Α’ Θεσσαλ. δ’ 17). Διότι τὸ μὲν ἅγιον Βῆμα τῆς Ἐκκλησίας, εἰς τὸ ὁποῖον ἐκομίσθη σήμερον τὸ σῶμα τοῦ Γεωργίου, τύπον ἔχει τῶν ὑπὲρ οὐρανὸν ἀδύτων, κατὰ τὸν Θεσσαλονίκης Συμεών· τὸ δὲ θυσιαστήριον, ἤτοι ἡ ἁγία Τράπεζα, ὑποκάτω τῆς ὁποίας κατετέθη καὶ ἀπεθησαυρίσθη, σημαίνει τὸν θρόνον τοῦ Θεοῦ, κατὰ τὸν Ἅγιον Γερμανόν· ἢ μᾶλλον σημαίνει Αὐτὸν τὸν ἴδιον Χριστόν, κατὰ τὸν Ἀρεοπαγίτην Διονύσιον λέγοντα· «ἔστι γὰρ τὸ θειότατον ἡμῶν θυσιαστήριον, Ἰησοῦς ἡ Θεαρχικὴ τῶν θείων Νόων ἀφιέρωσις· ἐν ᾧ, κατὰ τὸ λόγιον, ἀφιερούμενοι καὶ μυστικῶς ὁλοκαυτούμενοι, τὴν προσαγωγὴν ἔχομεν». Ὦ δόξαι! ὦ μεγαλεῖα τοῦ μαρτυρικοῦ σώματος τοῦ Γεωργίου!

Διὰ τοῦτο λοιπὸν καὶ ἡμεῖς, οἵτινες, συνήχθημεν σήμερον εἰς τὸν ἱερὸν τοῦτον τοῦ Γεωργίου Ναόν, ἂς λάβωμεν εἰς χεῖρας τὴν κιθάραν τοῦ Ἰουβάλ, τὸ ψαλτήριον τοῦ Δαβίδ, τὴν νάβλαν τοῦ Ἀσάφ, τὴν κιννύραν τοῦ Ἰδιθούμ, καὶ τὸ τύμπανον τῆς Μαριάμ, καὶ χορὸν πνευματικὸν στήσαντες βασιλεῖς ὁμοῦ καὶ Πατριάρχαι, Ἱερεῖς καὶ Μονάζοντες, Ἄρχοντες καὶ ἀρχόμενοι, νεανίσκοι καὶ παρθένοι, πρεσβύτεροι καὶ νεώτεροι, ὅλοι ἐν φωναῖς ᾀσμάτων, καὶ ἐν μιᾷ ἐναρμονίῳ μουσικῇ, ψάλωμεν τῷ Θεῷ, καὶ τῷ Μεγαλομάρτυρι Αὐτοῦ Γεωργίῳ ψάλωμεν· ὑπερυψώσωμεν τὸ ὄνομα αὐτῶν· ἀλαλάξωμεν αὐτοῖς τὸν ἐπινίκιον ὕμνον. Δοξάσωμεν τὸν Θεόν, διότι ἐτίμησε τὸ χοϊκὸν καὶ φθαρτὸν σῶμα τοῦ Γεωργίου ὑπὸ τῆς ἀπείρου Αὑτοῦ φιλανθρωπίας κινούμενος, καὶ διὰ μέσου αὐτοῦ—ἀσθενοῦς φύσει ὄντος—τὸ κράτος τῆς δυνάμεως Αὐτοῦ ἐθαυμάστωσεν, ἐνεργήσας δι’ αὐτοῦ τοσαῦτα θαυμάσια. Διότι ὄντως «θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ» (Ψαλμ. ξζ’ 36) καὶ «τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος» (Ψαλμ. ιε’ 3), ὡς ψάλλει ὁ ἱεροψάλτης Δαβίδ.