Οὐχὶ δὲ τοῦ παραγενομένου πάντως ὑμῖν φθονήσαντος, ἀλλὰ τῇ ἡμετέρᾳ κακίᾳ ἐξωκείλαντες καὶ τῇ πονηρίᾳ τῆς ἡμῶν ματαιότητος ἐπιμείναντες ἀφρόνως, τῆς δόξης ἀμφοτέρων ἐκπεπτώκατε. Διό, ὡς ὄντες ἄχρηστοι καὶ πρότερον καὶ μετέπειτα, τὰ τῆς βασκανίας ἡμῶν ἐγχειρήματα παντὶ τῷ κόσμῳ φανερὰ κατεστήσατε, κατὰ τὸν λόγον τοῦ Σωτῆρος τὸν δι’ ἡμᾶς ἐμφανιζόμενον. «Ἀμὴν ἀμὴν λέγω ὑμῖν» (Ἰωάν. η’ 51), «εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε» (Ἰωάν. η’ 39)· ἐκεῖνος γὰρ περὶ ἐμοῦ ἐλάλησε· νῦν δὲ ἐκ «τοῦ διαβόλου ἐστέ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν» (Ἰωάν. η’ 44). Καὶ ἀλλαχοῦ πάλιν· «Μὴ δοκεῖτε ὅτι ἐγὼ κατηγορήσω ὑμῶν πρὸς τὸν Πατέρα· ἔστιν ὁ κατηγορῶν ὑμῶν Μωσῆς, εἰς ὃν ὑμεῖς ἠλπίκατε» (Ἰωάν. ε’ 45) καὶ πάλιν· «Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν» (Ἰωάν. ιε’ 22).
Ὑμεῖς δέ, ὦ Ναὸς τοῦ Θεοῦ, ἔθνος ἅγιον, περιούσιον ἄθροισμα, στίφος Ὀρθοδόξων, υἱοὶ τῆς κολυμβήθρας, τέκνα τῆς Χάριτος, οἱ τὴν ἐν τῷ Ναῷ πρόοδον τῆς Παρθένου ἑορτάζοντες, ψυχαῖς καθαραῖς καὶ ἀρρυπώτοις χείλεσι, γλώσσαις πολυφθόγγοις, ἐπὶ ταύτῃ τῇ Πανηγύρει μελῳδικῶς ἀλαλάξωμεν, τιμῶντες αὐτήν, ὡς τὸ εἰκός, τὴν φαιδρὰν ἑορτήν, τὴν πρώτην Πανήγυριν, τὴν Ἀγγέλοις εὐφρόσυνον καὶ ἀνθρώποις ἀξιέπαινον, καὶ τὸ χαῖρε τοῦ Γαβριὴλ μετὰ φόβου καὶ χαρᾶς τῇ Πανάγνῳ ἐκβοήσωμεν· Χαῖρε τοῦ Σωτῆρος ἡ εὐδοκία, δι’ ἧς τὰ πέρατα ἐγνώσθη θεογνωσία· Χαῖρε τοῦ Υἱοῦ ἡ κατοίκησις, ἐν ᾗ ὁ σαρκοφόρος προελήλυθε. Χαῖρε τῶν Σεραφὶμ ἐνδοξοτέρα. Χαῖρε τοῦ οὐρανοῦ πλατυτέρα. Χαῖρε ἡλίου λαμπροτέρα. Χαῖρε Σελήνης φωτεινοτέρα. Χαῖρε τῶν ἀστέρων πολυαρίθμητος ἔλλαμψις. Χαῖρε νεφέλη κούφη, ἡ τὸν ὄμβρον τὸν οὐράνιον ἐπιρράνασα. Χαῖρε ἀστραπή, ἡ τὰς ὄψεις τῶν πιστῶν ἡρέμα καταυγάζουσα. Χαῖρε βροντὴ πνευματική, ἡ ἀψοφητὶ ἐνηχοῦσα τοῖς ὠσὶ τῶν ἀνθρώπων. Χαῖρε ἔμπνευσις ἁγία, τὰ πνεύματα τῆς κακίας ἐκ γῆς ἐξαφανίσασα».
«Χαῖρε Προφητῶν τὸ περίδοξον κήρυγμα. Χαῖρε Ἀποστόλων τὸ παγκόσμιον περιήχημα. Χαῖρε τῶν Μαρτύρων ἡ ὑπέρτιμος ὁμολογία. Χαῖρε Πατριαρχῶν ἡ πολυΰμνητος δοξολογία. Χαῖρε τῶν Ὁσίων ὁ ὑπέρτατος κόσμος. Χαῖρε τῶν Δικαίων ἡ ἀληθεστάτη τρυφή. Χαῖρε τῶν παρθένων τὸ πανόλβιον καύχημα. Χαῖρε βασιλέων σκῆπτρον καὶ κραταίωσις. Χαῖρε Ἀρχιερέων λειτούργημα μέγιστον. Χαῖρε ἁμαρτωλῶν καταφύγιον ἄρρηκτον.