Λόγος Γ’. Εἰς τὰ ΕΙΣΟΔΙΑ τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν ΘΕΟΤΟΚΟΥ καὶ Ἀειπαρθένου ΜΑΡΙΑΣ. Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΤΑΡΑΣΙΟΥ Ἀρχιεπισκόπου Κων/πόλεως, ὅστις ἑορτάζεται κατὰ τὴν κεʹ (25ην) τοῦ Φεβρουαρίου.

ΦΑΙΔΡΑ καὶ παράδοξος ἡ παροῦσα πανήγυρις καὶ τῶν φιλεόρτων τὸν πόθον πρὸς ὑμνῳδίαν ἐγείρουσα ἡ τῆς ἀειπαρθένου καὶ Θεοτόκου ἐν τῷ Ναῷ πρόοδος. Σήμερον γὰρ ὁ οὐρανὸς καὶ ἡ γῆ κοινὴν ἑορτὴν ἐντελοῦντες, ἀμφότεροι τὸν Δημιουργὸν δοξολογοῦσι, τὸν ἐκ βροτείας φύσεως τὴν θεόπαιδα Κόρην ἐκλεξάμενον εἰς ἑαυτοῦ κατασκήνωσιν. Σήμερον τοῦ πρὸ πάντων αἰώνων περιορισθέντος μυστηρίου καὶ ἐπ’ ἐσχάτων φανεροῦσθαι μέλλοντος, εὐτρεπίζεται οἰκητήριον. Σήμερον ἡ ἐξ ἐπαγγελίας ταχθεῖσα ἐξ Ἰωακεὶμ καὶ Ἄννης προσφέρεται ὑπ’ αὐτῶν τίμιον δῶρον τῷ μετέπειτα ἐξ αὐτῆς τεχθῆναι εὐδοκήσαντι. Σήμερον τὸ τῆς χαρᾶς προοίμιον ἐν τῷ Ναῷ εἰσάγεται τριετίζουσα καὶ παρθένοι ταύτης μετὰ λαμπάδων προπορεύονται. Σήμερον ἡ λύσις τῆς στειρωτικῆς κατάρας δῶρον εἰς τὰ Ἅγια τῶν Ἁγίων προσάγεται. Σήμερον τῶν Προφητῶν τὸ κήρυγμα ὑπὸ τοῦ ἱερέως καὶ Προφήτου Ζαχαρίου εἰς τὰ ἄδυτα ἀνέρχεται, ἔνθα αὐτὸς ἅπαξ τοῦ ἐνιαυτοῦ μετ’ εὐλαβείας εἰσήρχετο, αὕτη φαιδρῶς μετὰ ἀδείας ἡμέρας καὶ νυκτὸς ἐκαθέζετο.

Τίς οὐκ ἐκπλαγῇ διὰ τὸ παράδοξον πρᾶγμα; τίς οὐκ ἐκπλήττεται ἐπὶ τῷ παραδόξῳ θαύματι; τίς οὐκ ἐκπλαγῇ, βλέπων ἐν τῷ Ναῷ παρεδρεύουσαν τὴν τοῖς ἱερεῦσι γεγονυῖαν ἀπρόσιτον Μαρίαν τὴν ἀμώμητον; Τοῦτο τῆς πρὸ ἡμᾶς συναφείας προοίμιον· τοῦτο τῆς τῶν Ἀγγέλων μίξεως μετὰ ἀνθρώπων προχάραγμα· τοῦτο τῆς ἡμῶν ἀνακαινίσεως ἐκσφράγισμα· τοῦτο τοῦ ἀκανθηφόρου βίου ἡμῶν καὶ τῆς ἀποφάσεως τῆς προτέρας τοῦ «Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου… ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι» (Γεν. γ’ 17-18) καὶ τοῦ «Ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου» (Γεν. γ’ 19) ἡ μετάλλαξις. Τοῦτο τοῦ πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου» (Γεν. γ’ 16), καὶ τοῦ «ἐν λύπαις τέξῃ τέκνα» (αὐτόθι) βεβαία ἀπολύτρωσις. Ταύτην οἱ πιστοὶ ἑορτάσωμεν τὴν πάντιμον ἑορτήν, τὴν λαμπρὰν πανήγυριν, τὴν θεϊκαῖς ἀποστίλβουσαν μαρμαρυγαῖς, τὴν νοηταῖς λαμπαδουχουμένην φωταγωγίαις, τὴν μυστικαῖς ἀγλαϊζομένην φωτοδοσίαις, τὴν μυστικαῖς περιαστράπτουσαν τῷ κόσμῳ θεογνωσίαις, τὴν ἐν τρισὶ προσώποις μίαν Θεότητα Πατρός Υἱοῦ καὶ Πνεύματος διδάξασαν Παντοκρατορίαν.


Ὑποσημειώσεις

[1] «Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται» (Ἰεζ. μδʹ 2).

[2] «Καὶ ἐξελεύσεται ράβδος ἐκ τῆς ρίζης Ἰεσσαὶ» (Ἡσ. ιαʹ 1).