Λόγος Γ’. Εἰς τὰ ΕΙΣΟΔΙΑ τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν ΘΕΟΤΟΚΟΥ καὶ Ἀειπαρθένου ΜΑΡΙΑΣ. Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΤΑΡΑΣΙΟΥ Ἀρχιεπισκόπου Κων/πόλεως, ὅστις ἑορτάζεται κατὰ τὴν κεʹ (25ην) τοῦ Φεβρουαρίου.

Τούτοις τοῖς ἱεροῖς λόγοις ὁ Προφήτης τὴν Μαρίαν κατακοσμήσας, ἀναβιβάσας αὐτὴν εἰς τὸ θυσιαστήριον, Κυρίῳ τῷ Θεῷ παρέθετο. Ὅθεν οἱ γεννήτορες, Ἰωακεὶμ καὶ Ἄννα, ἐν χαρᾷ καρδίας ἐκ τοῦ ναοῦ ὑπέστρεψαν θαυμάζοντες τῆς Παρθένου τὴν σύνεσιν καὶ τὸ πρᾷον καὶ ἤπιον. Ὑπερβᾶσα τοίνυν αὕτη τὰ τῶν νηπίων ψελλίσματα, τῷ Παντοκράτορι κατὰ μόνας ἐλάτρευε· καὶ τροφὴν δι’ Ἀγγέλου δεχομένη τὴν τῶν ἀνθρώπων βρῶσιν ἐβδελύξατο· καὶ τῷ ναῷ καθ’ ἑκάστην προσεδρεύουσα, τὸ κοσμικὸν σχῆμα ὡς ἀράχνης ἱστὸν ἐλογίσατο· καὶ τοῦ οὐρανίου ὄλβου ἐπιτυχοῦσα, τὸν ἐπίγειον πλοῦτον ἠρνήσατο· καὶ χαρὰν τὴν τῶν Ἀγγέλων καθ’ ἑκάστην θεωροῦσα, τῶν τοῦ βίου φροντίδων ἀνωτέρα ἐδείκνυτο· καὶ τὸ Πνεῦμα τὸ Ἅγιον ἀενάως ὁρῶσα, τῶν πονηρῶν τὰς φάλαγγας ἀοράτως ἀπήλαυνε. Τί γὰρ ἔπραττεν ἡ Παρθένος εἰς τὰ Ἅγια τῶν Ἁγίων περιπολοῦσα; Τροφὴν Ἀγγέλων δι’ Ἀγγέλου εἰσεδέχετο, καὶ ὡς περιστερὰ ἀκεραία τὴν παρθενίαν τηροῦσα, τὸν τοῦ ναοῦ καὶ οὐρανοῦ καὶ γῆς Δημιουργὸν μετ’ εὐχαριστίας ἐν πόνῳ καρδίας λιτανεύουσα, ἔλεγεν· «Ἄσω σοι, Παντοκράτορ Ὕψιστε, ὅτι ἀφεῖλες τὸν ὀνειδισμὸν τῆς προμήτορός μου Εὔας καὶ διὰ τὴν σὴν ἄφατον εὐσπλαγχνίαν τὸν Μονογενῆ σου Υἱὸν μέλλεις καταπέμψαι ἐπὶ γῆς, ὥστε τοῖς ἀνθρώποις συναναστραφῆναι. Διὸ κατοικητήριον αὐτῷ γενήσομαι καθαρὸν καὶ ἀμίαντον ὅπου γὰρ «ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ Χάρις» (Ρωμ. ε’ 20). Διὰ γυναικὸς τὸν θάνατον ἐκερδήσαμεν, διὰ γυναικὸς πάλιν ἀνακαινίσει τὰ σύμπαντα. Διὰ τοῦ ὄφεως τῆς πικρᾶς γεύσεως δεδέγμεθα τὴν βρῶσιν, δι’ αὐτοῦ δὲ πάλιν τὴν βρῶσιν τῆς ἀθανασίας, χορτασθησόμεθα. Ἡ προμήτωρ Εὔα Κάϊν τέτοκεν, ἀρχηγὸς φθόνου κακίας· ὁ Μονογενής σου Υἱὸς ζωῆς καὶ ἀναστάσεως γενήσεται πρωτότοκος». Ὤ τοῦ παραδόξου θαύματος! Ὤ τῆς καινῆς ἐκπλήξεως! Ὤ τῆς ἀφράστου σοφίας!

Τί οὖν καλέσωμεν τὴν Μαρίαν; Οὐρανόν; Καὶ γὰρ τὸν οὐρανοῦ καὶ γῆς Ποιητὴν ἐν μήτρᾳ ἐχώρησεν. Ἥλιον; Αὕτη γὰρ τοῦ ἡλίου ἑπταπλασίως φωτεινοτέρα ὑπάρχουσα, τὸν Ἥλιον τῆς δικαιοσύνης ὑπεδέξατο. Σελήνην; Αὕτη γὰρ τὸ κάλλος ἀσύγκριτον ἔχουσα, τὸν ὡραῖον ἐν κάλλει Χριστὸν ἀπεκύησε. Νεφέλην; Καὶ γὰρ τὸν τῶν νεφελῶν ἐποχούμενον ταῖς ἀγκάλαις ἐβάστασε. Λυχνίαν; Καὶ γὰρ τὸ φῶς τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις ἐξέλαμψε. Θρόνον; Καὶ γὰρ τὸν ἐν θρόνῳ τῷ πατρικῷ ἀοράτως βασιλεύοντα ἐν Πνεύματι Ἁγίῳ χορηγὸν ὑπεδέξατο. Μαργαρίτην; Καὶ γὰρ τὸν πολύτιμον Μαργαρίτην τοῖς βροτοῖς ἐθησαύρισε.


Ὑποσημειώσεις

[1] «Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται» (Ἰεζ. μδʹ 2).

[2] «Καὶ ἐξελεύσεται ράβδος ἐκ τῆς ρίζης Ἰεσσαὶ» (Ἡσ. ιαʹ 1).