Παράδεισον; Καὶ γὰρ τὴν Ἐδὲμ τοῖς κατακρίτοις ἀνοίξασα πρὸς Βασιλείαν εἰσάγει τὴν ἀεὶ διαμένουσαν. Ὄρος; Καὶ γὰρ τὸν τὰ ὄρη ποιοῦντα καπνίζεσθαι ἀστενοχωρήτως ἐχώρησε. Γῆν; Καὶ γὰρ τὸν τὴν γῆν ποιοῦντα τρέμειν ἀνωδύνως ἐβάστασε. Τράπεζαν; Καὶ γὰρ τὸν τὴν τροφὴν ἡμῖν χορηγοῦντα μητροπρεπῶς ἔθρεψε γάλακτι. Θάλασσαν; Καὶ γὰρ τὸν συνάγοντα τὰ ὕδατα εἰς ἑνότητα μίαν τοῖς χείλεσιν αὐτῆς ἠσπάσατο. Τίς οὐκ ἐκπλαγῇ; τίς οὐ θαυμάσει; τίς οὐ δοξάσει τοῦ μυστηρίου τὴν δύναμιν; Εἰ γὰρ τὰ πρὸ τῆς Χάριτος γεγενημένα τοιαῦτα, νοῦν ὑπερβαίνοντα καὶ διάνοιαν, τὰ μετὰ τῆς Χάριτος παραδειχθέντα τίς ἑρμηνεῦσαι δύναται; Εἰ τὰ τῆς σκιᾶς καὶ τοῦ Νόμου τοῦ παλαιωθέντος ἔνδοξα, τὰ μετέπειτα τοῦ Πνεύματος ἐμφανισθέντα ὁποῖα;
Αἰσχυνέσθωσαν αἱρετικῶν παῖδες οἱ τὴν Παρθένον βλασφήμῳ στόματι καὶ ἰοβόλῳ συκοφαντεῖν ἐπιχειροῦντες. Ἡ γὰρ ἔνδοξος Μαρία, Θεοτόκος ἀναδειχθεῖσα, ἔτεκεν ὑπερφυῶς Θεὸν ὁμοῦ καὶ ἄνθρωπον. Τούτου τὸν τίμιον χαρακτῆρα (τὴν εἰκόνα) σχετικῶς ἀσπαζόμεθα· ναὶ μὴν καὶ ταύτης τὴν μόρφωσιν (τὴν εἰκόνα), ὡς Μητρὸς γενομένης τοῦ σωματικῶς ἡμῖν ὁμιλήσαντος, προσκυνοῦμεν, οὐ τῇ ὕλῃ τὴν προσκύνησιν, ἄπαγε, προσκυνοῦντες, ἀλλὰ πρὸς τὸ πρωτότυπον τὴν τιμὴν ἀναπέμποντες θεϊκῶς πεπιστεύκαμεν. Οὐ γὰρ Θεότητος μορφήν, καθὼς ὑμεῖς τυφλοὶ καὶ παράνομοι φάσκετε, ἱστοροῦμεν, ἀλλὰ τὴν ἐξ ἡμῶν προσληφθεῖσαν τῷ Σωτῆρι σάρκα, δι’ ἧς ἡμῖν ἀτρέπτως ὡμίλησε καὶ ἐκ νεκρῶν ἀναστᾶσαν, πρωτότυπον ἀνατυποῦντες κηρύττομεν. Δι’ αὐτὸν δὲ τὸν λόγον καὶ τὸν προσειληφότα καὶ τῆς τεκούσης, ὡς πανάγνου, τὰς Εἰκόνας κατὰ τὸ προσῆκον σεβόμεθα. Ἁγία γὰρ ὄντως αὕτη, ὡς τὸν μόνον Ἅγιον ἀρρήτως ἀποκυήσασα. Εἰ γὰρ ὁ Θεὸς τῷ Ἀβραὰμ ἐνεγκεῖν προσέταξε δάμαλιν τριετίζουσαν πρὸς καθαρισμὸν τῶν ψυχῶν, πῶς ἡ Παρθένος ἡ προορισθεῖσα ἀπὸ κτίσεως κόσμου καὶ ἐκ πασῶν γενεῶν προεκλεχθεῖσα εἰς Ναὸν ἅγιον τῷ Παντοκράτορι, οὐχὶ τιμία καὶ καθαρὰ καὶ ἀμόλυντος καθέστηκε καὶ προσφορὰ ἄμωμος τῆς ἀνθρωπίνης φύσεως;
Ὦ Ἰουδαῖοι, οἱ τὴν ἐκ φυλῆς τῆς ὑμετέρας ἐκλάμψασαν Παρθένον μὴ δεξάμενοι Θεοτόκον, ἀλλὰ λοιδοροῦντες ἀναξίοις καὶ ἀσεβέσι χείλεσι καὶ τῷ φθόνῳ κινούμενοι καταλαλοῦντες αὐτῆς ἀδικίαν καὶ ἀνομίαν, πῶς τὸν ἀΐδιον τοῦ Πατρὸς Υἱὸν ἐξ αὐτῆς ἐπ’ ἐσχάτων μετὰ σαρκὸς γεννηθέντα οὐχ ὑπεδέξασθε; Καὶ οὐ μόνον ταύτης τῆς δόξης, ἀλλὰ καὶ τοῦ γεννηθέντος ἄμοιροι καθεστήκατε.