Λόγος Γ’. Εἰς τὰ ΕΙΣΟΔΙΑ τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν ΘΕΟΤΟΚΟΥ καὶ Ἀειπαρθένου ΜΑΡΙΑΣ. Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΤΑΡΑΣΙΟΥ Ἀρχιεπισκόπου Κων/πόλεως, ὅστις ἑορτάζεται κατὰ τὴν κεʹ (25ην) τοῦ Φεβρουαρίου.

Ἡ γὰρ θεόπαις Μαρία Παρθένος τέλειον τὸν χρόνον τῶν ἐννέα μηνῶν ἐν τῇ τῆς Ἄννης κοιλίᾳ ἐξετέλεσεν, ὡς ἡ φύσις ἡ ἀνθρωπίνη δηλοῖ. Ἀλλὰ τῶν ἀφρόνων τὰ στόματα, μηδένα μῶμον πρὸς τὴν ἄμωμον εὑρεῖν δυνάμενα, τοῦτον τὸν λόγον τῇ γραφῇ περιέθηκαν, πόρρω τῆς ἀληθείας καὶ τοῦ ὀρθοῦ πίπτοντα. Καὶ μηδεὶς καταδέξηται τῶν ἀφελεστέρων· τοὺς γὰρ εὖ φρονοῦντας πέπεισμαι μηδὲ μέχρις ἀκοῶν ποτε τὸ ρῆμα ὑπεισελθεῖν, ὅτι τὰ τῆς Γραφῆς ἐπιμελῶς ἀναγινώσκοντες νοήσεσι θείαις ταύτην ἐφερμηνεύουσι, καὶ ὅταν ἐν αὐτῇ ζιζάνιον εὕρωσιν ἐκ τῶν ἐχθρῶν σπειρόμενον, ὡς τέκνα τῆς Ἐκκλησίας τελείως ἐκκόπτουσιν.

Ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν, τὸν εἱρμὸν τῆς διηγήσεως διοδεύοντες καὶ ἐξηγούμενοι. Τῶν γὰρ ρημάτων διὰ πραγμάτων εἰς τοὐμφανὲς ἐλθόντων, καὶ τῆς ἀμώμου καὶ θεόπαιδος Κόρης ἐκ τῶν δικαίων Ἰωακεὶμ καὶ Ἄννης γεγενημένης καὶ τὰς ὑποσχέσεις αὐτῶν ἐκπληρῶσαι ἐσπουδακότων, ἦν ἰδεῖν τὴν θεόφρονα Ἄνναν ἀγαλλιωμένην καὶ σκιρτῶσαν καὶ χαριέντως πρὸς τὴν Παρθένον λέγουσαν· «Τίς, ἔλεγε, ἐξ ἐμοῦ σε, θύγατερ, προελθεῖν τὴν ἐν γενεαῖς γενεῶν μακαρίαν ἀποδειχθεῖσαν; Τίς ἐν τοῖς κόλποις μου θεωρῶν σε γαλουχημένην μὴ δοξάσει τὸν σέ μοι δωρησάμενον τῇ στείρᾳ καὶ ἀτέκνῳ; Τίς τοὺς μαστοὺς τοὺς μήπω γάλα βλύσαντας ὁρῶν ἤδη πηγάζοντας, μὴ μεγαλύνῃ τὸν ἐξ ἀκροτόμου πέτρας βλύσαντα ὕδατα τῷ διψῶντι λαῷ; Ἀλλὰ δεῦρο, θύγατερ, πρὸς τὸν σέ μοι παρασχόντα. Δεῦρο, Κιβωτὲ τοῦ Ἁγιάσματος, πρὸς τὸν εὔσπλαγχνον Δεσπότην. Δεῦρο, Πύλη τῆς ὄντως ζωῆς. Δεῦρο, Παστὰς τοῦ Λόγου πρὸς τὸν Ναὸν Κυρίου. Εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου ἡ τοῦ κόσμου χαρὰ καὶ ἀγαλλίασις. Ἀπόλαυσον τούτου τῆς ὡραιότητος, ὅν περ μετὰ μικρὸν τέξεις ὡς ἄνθρωπον. Μακαρία εἰμί, ὅτι τοιαύτης θυγατρὸς μήτηρ ἀνηγόρευμαι. Συγχάρητέ μοι φυλαὶ τοῦ Ἰσραήλ, ὅτι μετὰ στείρωσιν μήτηρ ἀναδέδειγμαι, ἥτις ἀναδειχθήσεται Μήτηρ τοῦ Ὑψίστου. Ἐξάρξατε, παρθένοι λαμπαδηφόροι, καὶ προπορεύεσθε ἔμπροσθεν τῆς ἀμιάντου Παρθένου καὶ θεόπαιδος. Ἄσατε αὐτῇ ἐν αἰνέσει· ψάλατε αὐτῇ ἐν κιθάρᾳ· ἀλαλάξατε αὐτῇ μετ’ ᾠδῆς πνευματικῆς· μεγαλύνατε ἐν ψαλτηρίῳ δεκαχόρδῳ· Δαβὶδ αἴνεσον, Θεοπάτορ, τὴν ἐκ φυλῆς σου ἀναδειχθεῖσαν Κόρην, ὑμνολογῶν μεγαλοφώνως καὶ λέγων· «Ἄκουσον, θύγατερ καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ Πατρός σου καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου».


Ὑποσημειώσεις

[1] «Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται» (Ἰεζ. μδʹ 2).

[2] «Καὶ ἐξελεύσεται ράβδος ἐκ τῆς ρίζης Ἰεσσαὶ» (Ἡσ. ιαʹ 1).