Λόγος Γ’. Εἰς τὰ ΕΙΣΟΔΙΑ τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν ΘΕΟΤΟΚΟΥ καὶ Ἀειπαρθένου ΜΑΡΙΑΣ. Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΤΑΡΑΣΙΟΥ Ἀρχιεπισκόπου Κων/πόλεως, ὅστις ἑορτάζεται κατὰ τὴν κεʹ (25ην) τοῦ Φεβρουαρίου.

Ταῦτα καὶ τὰ τούτοις ὅμοια ἡ χαριτώνυμος Ἄννα λέξασα, τὸ τῆς Τριάδος κειμήλιον χαίρουσα τῇ σαρκὶ τριετίζουσαν τὴν Παρθένον καὶ Θεοτόκον εἰς τὸν Ναὸν Κυρίου προέπεμψε. Καὶ σὺν τῷ Ἰωακείμ, ᾠδὰς εὐχαριστηρίους ἀναπέμπουσα καὶ δῆμον τῶν παρθένων λαμπαδοφοροῦντα συγκαλεσαμένη, κατέλαβε τὰ τῶν Ἁγίων Ἅγια. Καὶ τὸν Ζαχαρίαν χαρμονικοῖς χείλεσι καὶ ἀγαλλιάσει στόματος, ἅτε Προφήτην καὶ ἱερέα καὶ συγγενῆ καὶ λειτουργὸν τῆς νομικῆς διαθήκης, προσεκάλει ἡ ξυνωρὶς τῶν γεννητόρων βοῶσα· «Δέχου, Ζαχαρία, τὴν Σκηνὴν τὴν ἀμίαντον. Δέχου, ἱερεῦ, τὴν ἀκηλίδωτον Παστάδα τοῦ Λόγου. Δέχου, Προφῆτα, τὸ Θυμιατήριον τοῦ ἀΰλου Φωτός. Δέχου, δίκαιε, τὸ πυρίμορφον ἅρμα τοῦ Ὑψίστου. Δέχου, ἄμεμπτε, τὴν ὡραίαν ἄμπελον, ἥτις βλαστήσει τὸν Ἀείζωον Βότρυν. Εἰσάγαγε αὐτὴν εἰς τὰ ἐνδότατα τοῦ Ναοῦ τοῦ Κυρίου. Πρόσφερε αὐτὴν εἰς τόπον ἁγιάσματος, ὃν κατειργάσατο ὁ Ὕψιστος εἰς ἑαυτοῦ κατοίκησιν. Ἀνάγαγε αὐτὴν εἰς τὰ ὕδατα, τὸν ἀόρατον ἐν κοιλίᾳ βαστάζειν ἐπειγομένην. Μακάρισον αὐτὴν τὴν μακαρίους πάντας βροτοὺς ἀναδείξασαν. Μεγάλυνον ταύτην τὴν τῶν μεγαλουργιῶν τοῦ Θεοῦ ἀναδειχθεῖσαν ἀληθῶς βίβλον θεόγραφον».

«Ἀνάλαβε ταύτην, Ζαχαρία, τὴν ἐκ τῆς προμήτορος Εὔας κατάρας ἡμᾶς ἀπαλλάξασαν. Ἄσπασαι ταύτην τὴν πρὸς τὸν Θεὸν φιλανθρωπίᾳ ἡμᾶς συνδήσασαν καὶ τὴν ἔχθραν τοῦ ὄφεως τῷ αὐτῆς Τόκῳ καθελοῦσαν. Ἀγκάλισαι αὐτὴν τὴν ἐξ ἀγκαλῶν τοῦ ὄφεως ἡμᾶς ἀφαρπάσασαν. Προφήτευσον διὰ ταύτην τὴν τῶν Προφητῶν ἀναδειχθεῖσαν πλήρωσιν καὶ τῆς ἐπαγγελίας Θεοῦ πρὸς ἀνθρώπους ἀνακεφαλαίωσιν, τὴν Τράπεζαν τοῦ θείου Ἄρτου, τὸν οἶνον τὸν εὐφρόσυνον, τὴν τροφὴν τὴν ἀδάπανον, τὴν Περιστερὰν τὴν ἀκεραίαν, τὸν Οὐρανὸν τὸν ἔμψυχον, τὴν πολύφωτον Λυχνίαν, τὴν πολυΰμνητον Νύμφην, τὴν πολύαινον Μητέρα, τὴν θεοπότιστον Ἐλαίαν τὸ θεῖον ὄχημα τῆς τοῦ Ὑψίστου οἰκονομίας, τὴν Σκηνὴν τὴν ἁγίαν, τὴν Λυχνίαν τὴν θεοχάλκευτον, τὴν Ἀμνάδα τὴν λογικήν, τὸ Ἱλαστήριον τοῦ Θεοῦ, τὸ Σκεῦος τὸ ἀτίμητον, τὸ Κειμήλιον τὸ ἔνδοξον, τὴν Σάλπιγγα τὴν εὔηχον· τὸ πῖον Ὄρος καὶ τετυρωμένον, τὸν θεῖον Πόκον, τὴν θεόβρυτον Νεφέλην, τὴν Πόλιν τὴν ἔντιμον, τὸ νοητὸν Καταπέτασμα, τὸν θεολάξευτον Λίθον, τὴν Κλίμακα, δι’ ἧς ὁ Κτίστης τοῖς βροτοῖς ὀφθήσεται τὴν Κλίνην τὴν ἁγίαν, τὸ Δοχεῖον τῆς χρηστότητος, τὴν τῶν θαυμάτων Ἄβυσσον, τὴν Πηγὴν τῶν ἀγαθῶν, τὸν ἄσυλον Πλοῦτον, τὴν πολυώνυμον καὶ πολυποίκιλον καὶ Ἀειπάρθενον Θεοτόκον. Ταύτην εἰσάγαγε εἰς τὰ Ἅγια τῶν Ἁγίων.


Ὑποσημειώσεις

[1] «Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται» (Ἰεζ. μδʹ 2).

[2] «Καὶ ἐξελεύσεται ράβδος ἐκ τῆς ρίζης Ἰεσσαὶ» (Ἡσ. ιαʹ 1).