Λόγος Γ’. Εἰς τὰ ΕΙΣΟΔΙΑ τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν ΘΕΟΤΟΚΟΥ καὶ Ἀειπαρθένου ΜΑΡΙΑΣ. Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΤΑΡΑΣΙΟΥ Ἀρχιεπισκόπου Κων/πόλεως, ὅστις ἑορτάζεται κατὰ τὴν κεʹ (25ην) τοῦ Φεβρουαρίου.

Ὅθεν τὴν ἀναχώρησιν τοῦ συζύγου θεωρήσασα, ὡς τρυγὼν φιλέρημος ἐν τῷ αὐτῆς παραδείσῳ εὐχαῖς ἱκετηρίοις τὸν Ποιητὴν καὶ Πλάστην ἀνακαλουμένη ἔλεγεν· «Ὦ Κύριε Σαββαώθ, ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, καὶ δοξαζόμενος ὑπὸ τῶν Σεραφίμ, ὁ μυριάσι μυριάδων Ἀγγέλων δορυφορούμενος καὶ χιλιάσι χιλιάδων στρατιωτῶν δοξολογούμενος καὶ προσκυνούμενος, ὁ τὸν Ἀδὰμ πλάσας τῇ χειρί σου καὶ αὐτῷ ζωὴν ἐνθεὶς τῇ ζωηφόρῳ σου προστάξει καὶ ἐκ τῆς πλευρᾶς αὐτοῦ ἀνοικοδομήσας γυναῖκα· ὁ τῇ σοφῇ σου εὐδοκίᾳ ποιήσας αὐτῷ βοηθὸν κατ’ αὐτὸν, καὶ εἰς ἓν τοὺς δύο συνάψας, εἰπών· «ἔσονται οἱ δύο εἰς σάρκα μίαν» (Γεν. β’ 24)· ὁ τῷ Ἀβραὰμ τῷ σῷ θεράποντι καὶ Πατριάρχῃ δωρησάμενος υἱὸν τὸν Ἰσαὰκ μετὰ γῆρας καὶ μετὰ τὴν στείρωσιν τῆς Σάρρας καὶ ποιήσας αὐτὸν πολλῶν ἐθνῶν πατέρα· ὁ τῇ ὁμωνύμῳ μοι καὶ ὁμοφύλῳ μοι Ἄννῃ χαρισάμενος τὸν κάλλιστον παῖδα καὶ ἱερὸν Σαμουήλ, ὡς θεόσδοτον εὐχῆς υἱόν, καὶ τοῦ ψεύδους καὶ τοῦ μίσους θρίαμβον, ἔπιδε ἐξ ἁγίου κατοικητηρίου σου, Ὕψιστε, καὶ ἄνοιξόν μου τὴν μήτραν πρὸς παιδοποιΐαν· δίωξόν μου τὴν λύπην τῆς στειρώσεως καὶ διάρρηξόν μου τὰ δεσμὰ τῆς ἀτεκνίας, ὅπως τὸ γεννησόμενον ἐκ τῆς δούλης σου βλάστημα, εἴτε ἄρσεν, εἴτε, θῆλυ, δῶρον προσάξω σοι ὡς θυμίαμα εὐῶδες, ὡς καθαρὰν προσφοράν, ὡς τίμιον δῶρον, ὡς ἱερὸν ἀνάθημα, ὡς θεῖον κατοικητήριον, ὡς ἀμίαντον ἀμνάδα, ὡς πρωτότοκον ἀμνόν, ὡς νέον Ἰσαάκ».

Οὕτω τοίνυν ἀμφοτέροις ἐπικαλουμένοις ὤφθη Ἄγγελος Κυρίου, τῆς Παναγίας την σύλληψιν εὐαγγελιζόμενος, λέγων· «Εἰσήκουσεν ὑμῶν ὁ Ὕψιστος τῆς δεήσεως, καὶ ἐν ὀλίγῳ χρόνῳ τέξεσθε θυγατέρα, τὴν ἐκ πασῶν γενεῶν μακαρίαν ἐκλελεγμένην εἰς Θεοῦ κατοικητήριον». Ταῦτα τοῦ Ἀγγέλου περιχαρῶς εὐαγγελισαμένου, κατῆλθε μὲν Ἰωακεὶμ ἐκ τοῦ ὄρους μετὰ χαρᾶς καὶ εὐφροσύνης καρδίας, γόνιμος δὲ γέγονε παρ’ ἐλπίδα ἡ ἄκαρπος τῆς Ἄννης γαστήρ, ἐκ θελήματος σαρκὸς καὶ ἐκ θελήματος ἀνδρὸς καὶ τὸν καιρὸν τῆς ἐννεαμήνου αὐξήσεως γνωρίσασα, ἔτεκε τὴν Πανάχραντον Παρθένον καὶ Θεοτόκον Μαρίαν, τὴν τοῦ κόσμου πρόξενον σωτηρίας, καὶ μηδεὶς τῶν τῆς Ἐκκλησίας τροφίμων τοῦτον εἰσδέξεται τὸν λόγον ὑποβάλλοντα, ὡς ἑπταμηνιαία ἡ Παρθένος ἐτέχθη. Καὶ γὰρ πολλοὺς τῶν ἀφρόνων ταῦτα φιλονικοῦντας ἀκήκοα, οὓς ἐγὼ τῶν ἀπίστων χείρους εἶναι δοκῶ. Ταῦτα γὰρ τῶν αἱρετικῶν εἰσιν ἐφευρήματα. Ταῦτα τῆς Ἐκκλησίας ἀντίθετα, τῶν Ὀρθοδόξων ἀλλότρια.


Ὑποσημειώσεις

[1] «Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται» (Ἰεζ. μδʹ 2).

[2] «Καὶ ἐξελεύσεται ράβδος ἐκ τῆς ρίζης Ἰεσσαὶ» (Ἡσ. ιαʹ 1).