Σὺ τοῦ Ἀαρὼν ράβδος ἡ βλαστήσασα. Σὺ εἶ τοῦ Δαβὶδ ἡ θυγάτηρ, ἡ κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη. Σὺ τοῦ Σολομῶντος ἡ κλίνη ἡ χρυσότευκτος, ἥν περ δυνατοὶ ἑξήκοντα κυκλοῦσι, τῶν θεοτεύκτων Γραφῶν τὰς ἐν Θεῷ μουσικὰς φωνὰς σαλπίζοντες. Σὺ τῆς Ἠλιοῦ ἀναλήψεως ἄνοδος καὶ τῆς νοητῆς Ἰεζάβελ καθαίρεσις πέφυκας. Σὺ τοῦ Ἐλισσαίου τῆς διπλῆς μηλωτῆς ἡ εὐλογία, ᾗ τὰ Ἰορδάνεια ρεῖθρα ταμὼν διέβη ἀκατακλύστως, καὶ τὸ ὕδωρ ἅλατι θεραπεύσας πότιμον ἀνέδειξε. Σὺ τοῦ Ἰωνᾶ ἡ ἐν τῷ κήτει διάσωσις καὶ τῶν Νινευϊτῶν μετανόησις καὶ συγχώρησις ἄφθονος. Σὺ εἶ τῶν Προφητῶν ἡ διόπτρα καὶ τῶν ρημάτων ἡ ἐκπλήρωσις. Σὲ γὰρ Ἰεζεκιὴλ προηγόρευσε Πύλην κεκλεισμένην, ἐν ᾗ οὐδεὶς τῶν ἀνθρώπων διοδεύσει ποτέ, εἰμὴ Κύριος ὁ Θεὸς μόνος, καὶ τὴν Πύλην κεκλεισμένην διεφύλαξε» [1].
«Σέ, ὦ Παρθένε Ἁγία, Ἡσαΐας ὁ μεγαλοφωνότατος Ράβδον τοῦ Ἰεσσαὶ [2] προγράφει, ἐξ ἧς τὸ ἄνθος Χριστὸς ἐλεύσεται, καὶ τὰ φυτὰ τῆς κακίας πρόρριζον ἐκτεμών, τῆς θεογνωσίας φυτεύσει τὴν ἄρουραν. Σὲ Ἱερεμίας προεκήρυξε λέγων· «Ἰδοὺ ἡμέρα ἔρχεται, φησὶ Κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινήν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν» (Ἱερ. λη’ 31-32), τοῦ Υἱοῦ σου τὴν παρουσίαν σημαίνων, καὶ τὸν ἐξ ἐθνῶν λαὸν καλῶν εἰς προσκύνησιν μέχρι περάτων τῆς γῆς. Σὲ καὶ ὁ τῶν ἐπιθυμιῶν ἀνὴρ Δανιὴλ ἀνεκήρυξεν Ὄρος μέγα, ἐξ οὗ ὁ ἀκρογωνιαῖος Λίθος ἀποτμηθήσεται καὶ τὴν εἰκόνα τοῦ πολυμόρφου ὄφεως ὀλέσει καὶ ἐκλικμήσει. Σὲ οἱ ἐν Βαβυλῶνι τρεῖς Παῖδες τύπον ἐχοντες καὶ τοῦ Υἱοῦ σου τὴν ἐπιθυμίαν κατανοήσαντες, τὴν κάμινον τὴν ἑπταπλασίως καυθεῖσαν διῆλθον ἀβλαβεῖς καὶ ὡς ἐν θαλάμῳ μέσον χορεύοντες ἔψαλλον χαίροντες. Σὲ Ἀββακοὺμ Θεμὰν ὄρος ὀνομάζει, ἐξ οὗ βασιλέως σκῆπτρα κραταιῶς ἀνατέταλκεν, ἐν ᾧ σκηνώματα Αἰθιόπων πτοηθήσονται καὶ σκηναὶ γῆς Μαδιάμ. Σὲ δοξάζω τὴν ἀμίαντον Ἀμνάδα. Σὲ ὑμνῶ τὴν Κεχαριτωμένην. Σὲ ἀνυμνῶ τὴν ἐκ πασῶν τῶν γενεῶν ἀναδειχθεῖσαν Θεοῦ Νύμφην. Σὲ ἀναμέλπω, τὴν νέον Οὐρανὸν μέλλουσαν ἀναδειχθῆναι. Σὲ προσάγω ὡς Κειμήλιον καθαρὸν ἐν τῷ Ναῷ Κυρίου. Σὲ μεγαλύνω τὴν Νέαν Διαθήκην, ἐν ᾗπερ ὁ Μεσσίας Χριστὸς γραφείς, τὸ μὲν γράμμα καταπαύσει τοῦ Νόμου, τῆς δὲ Χάριτος τὴν κλῆσιν ἐξανατελεῖ διὰ τοῦ Βαπτίσματος· καὶ τῆς μὲν περιτομῆς τὴν σκιὰν διακόψει, τοῦ δὲ Πνεύματος τὴν παρουσίαν τοῖς ἐν γῇ καταπέμψει».