Λόγος Γ’. Εἰς τὰ ΕΙΣΟΔΙΑ τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν ΘΕΟΤΟΚΟΥ καὶ Ἀειπαρθένου ΜΑΡΙΑΣ. Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΤΑΡΑΣΙΟΥ Ἀρχιεπισκόπου Κων/πόλεως, ὅστις ἑορτάζεται κατὰ τὴν κεʹ (25ην) τοῦ Φεβρουαρίου.

Διὸ ταύτας τὰς ὑποθέσεις ἀνακεφαλαιώσαντες καὶ ἀρχὴν λαβόντες τῷ λόγῳ προσήκουσαν, τῆς Παρθένου τὴν ἐν τῷ Ναῷ προσαγωγὴν ὅσον οἷόν τε διαγράψωμεν καὶ τὴν τοῦ Νόμου ἐκπλήρωσιν ὑποδείξαντες, τὴν τῆς Χάριτος αὔξησίν τε καὶ καρποδοσίαν ὑπαγορεύσωμεν.

Αὕτη γὰρ ἡ τῶν Ἁγίων Ἁγία, ἡ ἀκηλίδωτος τοῦ Λόγου Παστάς, τὸ παρθενικὸν ἀπάνθισμα, ἡ Κιβωτὸς τοῦ Ἁγιάσματος, τὸ Ὄρος τὸ ἅγιον, ἡ θεοχώρητος Σκηνή, ἡ ἀκατάφλεκτος Βάτος, τὸ πυρίμορφον Ἅρμα τοῦ Θεοῦ, ἡ Περιστερὰ ἡ ἀμόλυντος, τὸ εὐρύχωρον τοῦ Λόγου Χωρίον, ἡ θεόφωτος Νεφέλη, ἡ πεποικιλμένη Βασίλισσα, ἡ ἐκ σπέρματος Δαβὶδ καταγομένη, τῷ τοῦ Δαβὶδ Κτίστῃ καὶ Θεῷ τετήρετο εἰς ἑαυτοῦ κατοίκησιν. Ἰωακεὶμ γὰρ ἐν τῇ δωδεκαφύλῳ τοῦ Ἰσραήλ, πλούσιος ὢν καὶ δίκαιος, προσέφερε τὰ δῶρα αὐτοῦ πρὸς τὸν Θεόν. Μὴ ἔχοντος δὲ σπέρμα αὐτοῦ, ἀλλ’ ὄντος ἄπαιδος, ἀπεσκοράκισαν ταῦτα οἱ Ἱερεῖς ἐκ Ναοῦ Κυρίου λέγοντες· «Οὐκ ἔξεστί σοι προσενεγκεῖν αὐτὰ τῷ Θεῷ, καθότι σπέρμα οὐκ ἐποίησας ἐν τῷ Ἰσραήλ». Καὶ σκυθρωπάσας κατῆλθεν ἐκ Ναοῦ Κυρίου, λύπη συνεχόμενος καὶ ἐν τῷ ὄρει κατὰ μόνας τῷ Θεῷ λιτανεύσας μετὰ συντετριμμένης καρδίας καὶ κατωδύνου ψυχῆς, ἐβόα λέγων· «Σύ, Κύριε καρδιογνῶστα, ὁ τῶν ὁρατῶν τε καὶ ἀοράτων Κτίστης, ὁ τὸν οὐρανὸν τανύσας ὡσεὶ δέριν, ὁ τὸν ἥλιον εἰς φαῦσιν τῆς ἡμέρας προστάξας γενέσθαι καὶ τὴν σελήνην εἰς δᾳδουχίαν τῆς νυκτὸς μετὰ τῶν ἀστέρων ποιήσας, ὁ τοῖς νέφεσι τὸν ἀέρα βρέχειν κελεύσας καὶ τῶν ἀνέμων τὰς πνοὰς θησαυρίσας, ὁ τὴν θάλασσαν χαλινώσας τῇ ψάμμῳ καὶ ταύτην γένους ἰχθύων πληρώσας καὶ τὴν ἤπειρον ἀλόγων καὶ θηρίων καὶ πετεινῶν καὶ ταῦτα τρέφων βουλήσει καὶ προστάξει, ὁ τῷ προσώπῳ τῆς γῆς χόρτον ἐξανατέλλων καὶ πᾶσι δένδροις τὰ ἴδια καλλωπίσας, ἐπάκουσόν μου, εὔσπλαγχνε, καὶ δώρησαί μοι τέκνον· χάρισαί μοι καρπογονίας ἐνέχυρον, ὅπως ἐμφραγῇ τὰ δόλια στόματα, «τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν ἐν ὑπερηφανείᾳ καὶ ἐξουδενώσει» (Ψαλμ. λ’ 19).

Ταῦτα τοῦ δικαίου τὰ ρήματα, αὗται τοῦ προπάτορος αἱ παρακλήσεις, τοιοῦτοι τοῦ Ἰωακεὶμ ἐκ κατωδύνου ψυχῆς οἱ στεναγμοί. Τί δὲ ἡ Ἄννα; καλὸν γὰρ καὶ αὐτῆς τῶν ρημάτων ἀπομνημονεῦσαι. Αὕτη γὰρ τῷ ἀνδρὶ σωφρόνως συμβιωτεύσασα καὶ τὸ τῆς νεότητος ἄνθος εἰς γῆρας ἐλάσασα, στεῖρα διέμεινε πάντα τὸν χρόνον αὐτῆς. Λοιπὸν καὶ τὰ τῶν γυναικῶν ἀναπληρώσασα, φυσικῇ διαθέσει ἄτεκνος ἐγνωρίζετο.


Ὑποσημειώσεις

[1] «Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται» (Ἰεζ. μδʹ 2).

[2] «Καὶ ἐξελεύσεται ράβδος ἐκ τῆς ρίζης Ἰεσσαὶ» (Ἡσ. ιαʹ 1).