Ταύτην προσάγαγε τῷ Βασιλεῖ ὡς δῶρον πολυτίμητον. Ταύτην αἴνεσον, ὡς Βασιλίδα τῆς κτίσεως. Ταύτην εὐτρέπισον, ὡς παλάτιον τοῦ Παντάνακτος. Ταύτην ὑμνολόγησον, τὴν πασῶν τῶν παρθένων φύλακα ἄσυλον. Ταύτην κατασκήνωσον εἰς ναὸν χειροποίητον, τὴν γενομένην Ναὸν ἔμψυχον τοῦ τὰ πάντα τεκτηναμένου Λόγου».
Αὗται τοῦ Ἰωακεὶμ καὶ τῆς Ἄννης αἱ χαρμονικαὶ δοξολογίαι· αὗται τῆς εὐχαριστίας αἱ ὑμνολογικαὶ θεηγορίαι· αὗται πρὸς τὸν Προφήτην Ζαχαρίαν αἱ παρρησιαστικαὶ μαρτυρίαι. Ὅθεν ὁ ἱερεύς, ὡς Προφήτης Θεοῦ καὶ τὰ τῶν Ἁγίων Ἅγια ἐν μεθέξει Θεοῦ κατέχων, ὁρῶν τῆς Παρθένου τοῦ ὄμματος τὴν καλλονήν, τοῦ προσώπου τὸ ὡραῖον, τῆς γλώττης τὴν αἴνεσιν, τῆς ψυχῆς τὴν εὐγένειαν, τοῦ βίου τὸ ἄμεμπτον, τῶν ποδῶν τὸ βάδισμα, τὴν καταστολὴν τοῦ ἤθους, τοῦ σχήματος τὴν εὐπρέπειαν, Πνεύματος Ἁγίου πλησθεὶς ἐξεβόησεν· «Ὦ Κόρη ἀμίαντε, ὦ Παρθένε ἀμόλυντε, ὦ νεᾶνις πάγκαλε, ὦ γυναικῶν ἀγλάϊσμα, ὦ θυγατέρων καλλώπισμα, ὦ Μῆτερ Παρθένε Ἁγία, σὺ εὐλογημένη ἐν γυναιξί, σὺ δεδοξασμένη τῇ ἁγνείᾳ, σὺ τῆς Εὔας τοῦ ὀφλήματος ἡ πλήρωσις, σὺ τοῦ Ἄβελ ἡ καθαρωτάτη προσφορὰ καὶ πρωτοθύτου πρόθεσις ἄκακος θυσία. Σὺ τοῦ Σὴθ ἡ κατακόσμησις, σὺ τὸν Υἱὸν τοῦ Θεοῦ ἐν γαστρὶ βαστάσασα ὠδινήσεις ἀπόνως. Σὺ τοῦ Ἑνὼς ἐν Θεῷ ἐλπὶς ἀκαταίσχυντος. Σὺ τοῦ Ἐνὼχ ἡ εὐαρέστησις καὶ πρὸς τὸν ἄσυλον βίον μετάστασις. Σὺ τοῦ Νῶε ἡ κιβωτὸς καὶ τῆς δευτέρας παλιγγενεσίας πρὸς Θεὸν οἰκείωσις. Σὺ τοῦ Μελχισεδὲκ τῆς βασιλείας καὶ τῆς ἱερατείας ἀγλάϊσμα πάμφωτον. Σὺ τοῦ Ἀβραὰμ ἡ πίστωσις καὶ τῆς ἐπαγγελίας καὶ τεκνογονίας ὑπήκοος πειθάρχησις. Σὺ τοῦ Ἰσαὰκ καινὴ θυσία καὶ τὸ λογικὸν ὁλοκαύτωμα. Σὺ τοῦ Ἰακὼβ τῆς ἐν κλίμακι ἀνόδου αἰτία. Σὺ τοῦ τῆς δωδεκαφύλου τεκνογονίας ἐκσφράγισμα μέγιστον. Σὺ τοῦ Ἰούδα πέφυκας ἡ κατὰ γένος θυγάτηρ».
«Σύ, τοῦ Ἰωσὴφ ἡ σωφροσύνη καὶ τῆς παλαιᾶς Αἰγυπτίας, ἤτοι τῆς Ἰουδαίων συναγωγῆς, καθαίρεσις, Ἄχραντε. Σὺ τοῦ Ἰὼβ ἡ ἐν πειρασμοῖς ὑπομονητικὴ ἀναδιάδοσις καὶ πλουτοποιὸς ὕπαρξις. Σὺ τοῦ Νομοθέτου Μωϋσέως ἡ θεότευκτος βίβλος, ἐν ᾗ τὸ τῆς παλιγγενεσίας μυστήριον ἐγράφη καὶ δακτύλοις θείοις ἐν πλαξὶν ἐνομοθετήθη, ὡς ἐν Σιναίῳ τῷ ὄρει, ἐν ᾧπερ Ἰσραὴλ ὁ ἀρτιφανὴς ἐκ δουλείας Αἰγυπτίων τῶν νοητῶν ἐλευθερωθήσεται· ὡς ὁ πρὶν ἐν τῇ ἐρήμῳ λαὸς τοῦ μάννα ἐπλήσθη, καὶ τοῦ ὕδατος ἐκ πέτρας ἀκροτόμου, ἡ δὲ πέτρα ἦν ὁ Χριστὸς ὁ μέλλων ἐκ τῆς κοιλίας σου προέρχεσθαι ὡς ἐκ παστοῦ Νυμφίος.