Λόγος Γ’. Εἰς τὰ ΕΙΣΟΔΙΑ τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν ΘΕΟΤΟΚΟΥ καὶ Ἀειπαρθένου ΜΑΡΙΑΣ. Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν ΤΑΡΑΣΙΟΥ Ἀρχιεπισκόπου Κων/πόλεως, ὅστις ἑορτάζεται κατὰ τὴν κεʹ (25ην) τοῦ Φεβρουαρίου.

Χαῖρε πλεόντων κυβέρνησις ἔνδοξος. Χαῖρε πιπτόντων ἀνόρθωσις, Δέσποινα. Χαῖρε νοσούντων ἰατήριον ἄμισθον. Χαῖρε θνῃσκόντων βεβαία ἀνάστασις. Χαῖρε ἀφορμὴ τῆς πάντων σωτηρίας. Χαῖρε τοῦ κόσμου χαρὰ ἀνεκλάλητος. Χαῖρε εἰρήνης ἡ πρόξενος, Ἄνασσα. Χαῖρε μητέρων ἀγλάϊσμα, Ἄχραντε. Χαῖρε τοῦ Λόγου χωρίον εὐρύχωρον. Χαῖρε πρεσβυτῶν κραταιὰ βακτηρία. Χαῖρε τῶν νέων θεία παιδαγωγία. Χαῖρε νηπίων λαμπρὸν περιφύλαγμα. Χαῖρε τῶν ὑπ’ οὐρανὸν πάντων ἡ μεσῖτις. Χαῖρε τῆς οἰκουμένης ἡ ἀνάκλησις. Χαῖρε οὐρανοῦ καὶ γῆς πανήγυρις ἔνδοξος. Χαῖρε Κεχαριτωμένη ὁ Κύριος μετὰ σοῦ· ὁ πρὸ σοῦ καὶ ἐκ σοῦ καὶ μεθ’ ἡμῶν, ὁ ὑμνούμενος σὺν τῷ Πατρὶ καὶ τῷ Παναγίῳ καὶ Ἀγαθῷ καὶ Ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

              

ΕΠΙΣΤΡΟΦΗ


Ὑποσημειώσεις

[1] «Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται» (Ἰεζ. μδʹ 2).

[2] «Καὶ ἐξελεύσεται ράβδος ἐκ τῆς ρίζης Ἰεσσαὶ» (Ἡσ. ιαʹ 1).