Χαίροις ὦ μακαρία δυάς, ἡγιασμένη ξυνωρὶς καὶ θεοδόξαστε, Διονύσιε τῶν ἀπ’ αἰῶνος Ὁσίων ἰσοστάσιε, καὶ Μητρόφανες θεράπον τοῦ Κυρίου γνησιώτατε· οἱ πάντα τὰ ὑλικὰ καὶ πρόσκαιρα θεοφρόνως ἀπωσάμενοι, καὶ ἀσκητικῶς καὶ ἰσαγγέλως ἐν τῷδε τῷ χώρῳ βιώσαντες· ἤδη μετ’ Ἀγγέλων καὶ πάντων τῶν Ἁγίων, ἐν τῷ νυμφῶνι τῆς δόξης, ἐν τῇ ἀνεκλαλήτῳ χαρᾷ τοῦ Κυρίου χορεύοντες, καὶ κατὰ μέθεξιν θείαν θεούμενοι, μὴ παύσησθε, παρακαλοῦμεν, ὑπὲρ ἡμῶν τοῦ Κυρίου δεόμενοι· δέξασθε δὲ καὶ τὸ παρόν μου μικρὸν ἐφύμνιον, ὡς εὐτελὲς δῶρον καὶ νηπίων ψελλίσματα, ὅπερ ὑπὸ τοῦ πόθου τυραννηθεὶς ὑμῖν ὡς οἷον τ’ ἀνέθηκα καὶ βραβεύσατέ μοι, δέομαι, ἄφεσιν πταισμάτων καὶ βίου διόρθωσιν· ἐν δὲ τῇ τοῦ θανάτου ἐσχάτῃ ἀνάγκῃ παράστητέ μοι βοηθοὶ καὶ ἀντιλήπτορες, ἀποτρέποντες τὰς ἀπαισίας καὶ δυσειδεῖς μορφὰς τῶν καταχθονίων δαιμόνων, καὶ ὄχι μόνον εἰς ἐμέ, ἀλλὰ καὶ εἰς πάντας τοὺς ἐνταῦθα ἐνασκουμένους καὶ κατ’ ἔτος τὴν ἱερὰν ὑμῶν μνήμην ἑορτάζοντας, εἰ καὶ μέγιστον τὸ αἴτημα, ἵνα σὺν ὑμῖν ὑμνῶμεν καὶ προσκυνῶμεν τὴν ὑπερύμνητον καὶ ζωαρχικὴν Τριάδα εἰς τοὺς ἀπεράντους αἰῶνας. Ἀμήν [26].