Τῇ Κ’ (20ῇ) τοῦ αὐτοῦ μηνὸς ἡ ὡς εἰς Οὐρανὸν πυρφόρος ἀνάβασις τοῦ Ἁγίου ἐνδόξου Προφήτου ΗΛΙΟΥ τοῦ Θεσβίτου.

Ἀλλὰ καὶ ὁ Θεολόγος Ἰωάννης εἰς τὸ βιβλίον τῆς Ἀποκαλύψεως αὐτοῦ, εἰς τὸ ἑνδέκατον Κεφάλαιον πλέον καθαρώτατα καὶ λεπτότερα τὸ διηγεῖται, λέγων οὕτως· «Καὶ δώσω τοῖς δυσὶ μάρτυσί μου (δηλαδὴ εἰς τοὺς Προφήτας Ἠλίαν καὶ Ἐνώχ), καὶ προφητεύσουσιν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα (ἤτοι μόνον τρεῖς χρόνους καὶ πέντε καὶ ἥμισυν μῆνας), περιβεβλημένοι σάκκους. Οὗτοί εἰσιν αἱ δύο ἐλαῖαι καὶ αἱ δύο λυχνίαι αἱ ἐνώπιον τοῦ Κυρίου τῆς γῆς ἑστῶσαι καὶ εἴ τις αὐτοὺς θέλει ἀδικῆσαι, πῦρ ἐκπορεύεται ἐκ τοῦ στόματος αὐτῶν καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐτῶν· καὶ εἴ τις θέλει αὐτοὺς ἀδικῆσαι, οὕτω δεῖ αὐτὸν ἀποκτανθῆναι. Οὗτοι ἔχουσιν ἐξουσίαν τὸν οὐρανὸν κλεῖσαι, ἵνα μὴ ὑετὸς βρέχῃ ἐν ταῖς ἡμέραις τῆς προφητείας αὐτῶν, καὶ ἐξουσίαν ἔχουσιν ἐπὶ τῶν ὑδάτων στρέφειν αὐτὰ εἰς αἷμα, καὶ πατάξαι τὴν γῆν ἐν πάσῃ πληγῇ, ὁσάκις ἐὰν θελήσωσι. Καὶ ὅταν τελέσωσι τὴν μαρτυρίαν αὐτῶν, τὸ θηρίον τὸ ἀναβαῖνον ἐκ τῆς ἀβύσσου ποιήσει μετ’ αὐτῶν πόλεμον καὶ νικήσει αὐτοὺς καὶ ἀποκτενεῖ αὐτούς. Καὶ τὸ πτῶμα αὐτῶν (ρίψει) ἐπὶ τῆς πλατείας τῆς πόλεως τῆς μεγάλης, ἥτις καλεῖται πνευματικῶς Σόδομα καὶ Αἴγυπτος, ὅπου καὶ ὁ Κύριος αὐτῶν ἐσταυρώθη. Καὶ βλέπουσιν ἐκ τῶν λαῶν καὶ φυλῶν καὶ γλωσσῶν καὶ ἐθνῶν τὸ πτῶμα αὐτῶν ἡμέρας τρεῖς καὶ ἥμισυ, καὶ τὰ πτώματα αὐτῶν οὐκ ἀφήσουσι τεθῆναι εἰς μνῆμα. Καὶ οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς (ἤτοι ὅσοι πιστεύσουν εἰς τὸν Ἀντίχριστον) χαίρουσιν ἐπ’ αὐτοῖς, καὶ εὐφρανθήσονται καὶ δῶρα πέμψουσιν ἀλλήλοις, ὅτι οὗτοι οἱ δύο Προφῆται ἐβασάνισαν τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς». (Ἀποκ. Ἰωάν. ΙΑ’ 3-10).

Ἰδού, βοηθείᾳ Θεοῦ, ἐδιαλύσαμεν τὰς ἀπορίας μας. Πρέπει δὲ καὶ τοῦτο νὰ γνωρίζετε, ὅτι τὰ θαύματα, τα ὁποῖα ἠκούσατε ὅτι ἔκαμεν ὁ Προφήτης Ἠλίας, τὰ μαρτυρεῖ καὶ τὸ θεῖον καὶ ἱερὸν Εὐαγγέλιον, ἀλλὰ καὶ οἱ Ἀπόστολοι. Διότι ὁ μὲν Εὐαγγελιστὴς Λουκᾶς εἰς τὸ τέταρτον Κεφάλαιον λέγει διὰ τὴν Σαρεφθίαν χήραν οὕτως, ὡς ἐκ προσώπου τοῦ Χριστοῦ, πρὸς τοὺς Ἰουδαίους· «Ἐπ’ ἀληθείας δὲ λέγω ὑμῖν, πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλιοὺ ἐν τῷ Ἰσραήλ, ὅτε ἐκλείσθη ὁ οὐρανὸς ἐπὶ ἔτη τρία καὶ μῆνας ἕξ, ὡς ἐγένετο λιμὸς μέγας ἐπὶ πᾶσαν τὴν γῆν, καὶ πρὸς οὐδεμίαν αὐτῶν ἐπέμφθη Ἠλίας, εἰμὴ εἰς Σάραπτα τῆς Σιδωνίας πρὸς γυναῖκα χήραν».


Ὑποσημειώσεις

[1] Εἰς τὴν Παλαιὰν Διαθήκην βιβλίον βʹ τῶν Παραλειπομένων, Κεφάλαιον εἰκοστὸν πρῶτον στίχος 12 γράφονται διὰ τὴν ἐν λόγῳ ἐπιστολὴν τοῦ Προφήτου Ἠλία ταῦτα· «Καὶ ἦλθεν αὐτῷ (τῷ Ἰωρὰμ δηλαδὴ) ἐν γραφῇ παρὰ Ἠλιοὺ τοῦ Προφήτου λέγων τάδε λέγει Κύριος Θεὸς Δαβὶδ τοῦ πατρός σου…».

[2] Ὁ Ἱερὸς Δοσίθεος Πατριάρχης Ἱεροσολύμων ἐν τῇ Δωδεκαβίβλῳ αὐτοῦ (βιβλίον ΙΒʹ κεφάλαιον βʹ παράγραφος βʹ σελὶς 1192) διηγεῖται τὸ ἑξῆς θαῦμα, ὅπερ ἔλαβε χώραν κατὰ τὴν εἰκοστὴν Ἰουλίου, ἡμέραν τῆς ἑορτῆς τοῦ Ἁγίου μὲ τὸ παλαιὸν Ὀρθόδοξον ἡμερολόγιον, ἐν Βελιγραδίῳ, παρόντος τοῦ Πατριάρχου Ἱεροσολύμων Παϊσίου παρευρεθέντος ἐκεῖ κατά τινα μετάβασίν του, λέγων ἐπὶ λέξει τὰ ἑξῆς: «…Ὁ οὖν Παΐσιος ἀπὸ Ἰασίου ἦλθεν εἰς Κωνσταντινούπολιν, εἶτα εἰς Ἀδριανούπολιν, Φιλιππούπολιν, Σόφιαν καὶ Βελιγράδιον, ἐν ᾧ ὄντος αὐτοῦ τοῦ Πατριάρχου Παϊσίου, συνέβη γενέσθαι τοιοῦτόν τι. Γυνή τις ὀρθόδοξος Λατινίδι γυναικὶ ζυμῶσαι θελούση κατὰ τὴν εἰκοστὴν τοῦ Ἰουλίου, ἐν ᾖ ἡ τοῦ Ἠλιοὺ τοῦ Προφήτου ἑορτάζεται μνήμη, εἶπε· «Σήμερον ἐστὶν ἡ ἑορτὴ Ἠλιοὺ τοῦ Προφήτου, καὶ μὴ ἅπτου ἔργων». Ἡ δὲ Λατινὶς ὑπολαβοῦσα ἔφη, ὅτι δέκα παρῆλθον ἡμέραι ἀπὸ τῆς ἑορτῆς Ἠλιοὺ τοῦ Προφήτου, καὶ οὕτως ἀμφότεραι ἀλλήλαις ἐφιλονείκουν, εἰ ἄρα αἱ δέκα ἡμέραι καλῶς προσετέθησαν παρὰ τῶν παπιστῶν, καὶ ἤρξατο ἡ Λατινὶς ζυμοῦσα. Καὶ ὦ τοῦ θαύματος! μετεβέβλητο ἐν ταῖς χερσὶν αὐτῆς τὸ φύραμα εἰς λίθον, οἷόν ἐστι τὸ κισσήριον, τὸ κοινῶς λεγόμενον πωρί, καὶ ἠκούσθη εἰς τὴν Σερβίαν τὸ πρᾶγμα, καὶ διένειμαν ἑαυτοῖς τὸν λίθον οἱ ἄνθρωποι εἰς μαρτύριον καὶ ἔλαβε καὶ ὁ Παΐσιος μέρος ἐκ τῆς πέτρας, ὅπερ ἕως τοῦ νῦν κεῖται κρεμάμενον εἰς τὴν εἰκόνα τοῦ Προφήτου ἐν τῷ κατὰ τὴν Ἱερουσαλὴμ Μοναστηρίῳ αὐτοῦ. Εἶτα ὁ Παΐσιος ἀπῆλθεν εἰς Σέρρας, Θεσσαλονίκην καὶ Βέροιαν καὶ αὖθις εἰς Κωνσταντινούπολιν, κἀκεῖθεν εἰς Ἱεροσόλυμα…».