Ὡς ἔμαθε δὲ ὁ μακάριος Μητροφάνης ὁ Ἐπίσκοπος περὶ τοῦ λειψάνου τοῦ Ἁγίου Στεφάνου ἐχάρη σφόδρα καὶ ἀπελθὼν ἀνήγγειλε τῷ βασιλεῖ. Ὁ δὲ βασιλεὺς Κωνσταντῖνος ἐπυνθάνετο πῶς ἦλθε τὸ λείψανον ἀπὸ Ἱεροσολύμων καὶ μαθὼν περὶ τῆς γυναικὸς ἐκέλευσεν ἀγαγεῖν αὐτῷ τὴν γυναῖκα· τούτου γενομένου λέγει αὐτῇ· «Πῶς ἤνεγκας τὸ λείψανον τοῦ Ἁγίου Στεφάνου; εἰπέ μοι τὸ ἀληθές». Αὕτη δὲ εἶπε· «Δέσποτα αὐτοκράτορ· ὁ μακάριος ἀνήρ μου Ἀλέξανδρος ὁ συγκλητικός, αὐτὸς ᾠκοδόμησε τὸ εὐκτήριον τοῦ Ἁγίου Στεφάνου καὶ αὐτὸς ἅμα τῷ Ἐπισκόπῳ Ἰωάννῃ κατέθεντο τὸν Ἅγιον Στέφανον· μετὰ δὲ ἔτη τινὰ ἀπέθανε καὶ ὁ ἀνήρ μου, διαθέμενος διαθήκην τῷ Ἐπισκόπῳ λέγων· ἐὰν καὶ ἀποθάνω θέσατέ με ἐγγὺς τοῦ Ἁγίου Στεφάνου· οὕτως ἐγένετο· ἐγὼ δὲ βίαν πάσχουσα παρὰ τῶν ἀρχόντων, ὡς χήρα, καὶ μὴ θέλουσα γῆμαι ἐδήλωσα τῷ πατρί μου, ὅτι θέλω ἐκεῖ ἐλθεῖν, καὶ ἀγαγεῖν τοῦ ἀνδρός μου τὸ λείψανον εἰς τὸ ἐμὸν κτῆμα· ταῦτα ἀκούσας ὁ πατήρ μου, λαβὼν τὴν σάκραν παρὰ τοῦ ὑμετέρου κράτους, ἀπέστειλε τῷ Ἐπισκόπῳ ἵνα ἄρω τὸ λείψανον τοῦ ἀνδρός μου· κατελθόντες δὲ νυκτὸς μετὰ τοῦ Ἐπισκόπου Κυρίλλου, ἐν ᾧ τόπῳ κατέκειντο τὰ γλωσσόκομα, καὶ νομίσασα τοῦ ἀνδρός μου τὸ λείψανον αἴρειν, τοῦ Ἁγίου Στεφάνου ἦρα καὶ δέξαι καὶ τὴν σάκραν Δέσποτα».
Ὁ δὲ βασιλεὺς λαβὼν καὶ ἀναγνοὺς ἐγνώρισεν αὐτοῦ τὴν χεῖρα· ἡ δὲ γυνὴ εἶπε· «Δέσποτα αὐτοκράτορ, τοῦ μὲν σώματός μου ἐξουσίαν ἔχεις, τῆς δὲ ψυχῆς μου μόνος ὁ Θεὸς ἐξουσιάζει, ὁ ποιῶν θαυμάσια ἐν οὐρανῷ καὶ ἐπὶ γῆς· εἰ οὖν ἀπιστῇς, Δέσποτα, πέμψον Ἑβραῖον εἰς τὸ πλοῖον ἔνθα κατάκειται τὸ γλωσσόκομον τοῦ Ἁγίου, καὶ ἔστι τίτλος προσηλωμένος ἐν αὐτῷ, γράφων ἑβραϊκὰ γράμματα. Ἀνάγνωθι αὐτά, καὶ γνώσῃ τὸ ἀληθές. Ὁ δὲ βασιλεὺς καλέσας Ἑβραῖον ὥρκισεν αὐτὸν κατὰ τοῦ νόμου, ὅτι «ἄπελθε καὶ ἴδε τί γράφει». Ἀπελθὼν δὲ ὁ Ἑβραῖος μετὰ δύο πρωτικτόρων καὶ ἀναγνοὺς εἶπε· «Μέγα θέαμά ἐστιν». Οἱ πρωτίκτορες εἶπον· «Εἰπὲ ἡμῖν τὸ θέαμα». Καὶ ὁ Ἑβραῖος εἶπεν ὅτι· «ὁ Πρωτομάρτυς ἐστὶ καὶ Ἀρχιδιάκονος Στέφανος, καὶ ἐν αὐτῷ ἡ ζωή μου καὶ ἡ ἐλπίς μου, ὅτι εἶδον οἱ ὀφθαλμοί μου παράδοξα σήμερον». Τότε ἀπελθόντες οἱ πρωτίκτορες (σωματοφύλακες) ἀνήγγειλαν τῷ βασιλεῖ, ὅτι ὁ Πρωτομάρτυς Στέφανός ἐστί· ἐχάρη οὖν ὁ βασιλεὺς μεγάλως καὶ μετακαλεσάμενος τὸν Ἀρχιεπίσκοπον Μητροφάνην λέγει αὐτῷ· «Ἄπελθε εἰς τὸ πλοῖον μετὰ τοῦ πλήθους τοῦ λαοῦ, κἀγὼ ἀποστελῶ τὸ βουριχαλλίνιον, καὶ φέρε μοι τὸ γλωσσόκομον τοῦ Ἁγίου Πρωτομάρτυρος Στεφάνου εἰς τὸ παλάτιον».