Τότε ἀπελθὼν ὁ Ἐπίσκοπος καὶ πᾶς ὁ λαὸς μετὰ κηρῶν, συνέδραμεν. Ὁ δὲ μακάριος Μητροφάνης κατελθὼν εἰς τὸ πλοῖον ἦρε τὸ γλωσσόκομον· καὶ ἐπιθεὶς εἰς τὴν καροῦχαν ἐσπούδαζεν ἀπελθεῖν εἰς τὸ παλάτιον, αἱ δὲ μοῦλαι ἀνίασαν ἑλκόμεναι ὑπὸ τῶν Ἀγγέλων βιαίως. Καὶ ἐλθόντες ἐν τόπῳ ἐπιλεγομένῳ Κωνσταντιαναῖς ἔστησαν καὶ οὐκέτι μεταβῆναι ἴσχυον, ἀλλ’ ἐψόφων τὰ ζῷα· ἡ δὲ μία ἐξ αὐτῶν, Ἀγγέλων δυνάμει ἀναγκαζομένη, μὴ φέρουσα, ἀνθρωπίνῃ φωνῇ ἐλάλησεν ἐπὶ παντὸς τοῦ λαοῦ καὶ εἶπε· «Τί τύπτετε ἡμῶν τὰς ὄψεις; ὧδε γὰρ ἐν τόπῳ τούτῳ δεῖ κατατεθῆναι αὐτὸν καὶ μὴ βιάζετε ἡμᾶς ὅλως· εἰδὲ μὴ σημεῖα καὶ τέρατα ἔχετε ἰδεῖν». Ὁ δὲ Ἀρχιεπίσκοπος, ἔντρομος γενόμενος ἐπὶ τῷ παοαδόξῳ τοῦ θεάματος, ἐδήλωσε τῷ βασιλεῖ, ὅτι· «Οὐ δύναμαι ἀπενεγκεῖν τὸ λείψανον τοῦ Ἁγίου Στεφάνου». Ὁ δὲ βασιλεὺς ἀκούσας ἐλυπήθη· καὶ πέμψας ἄλλα δώδεκα ζῷα ὅπως σύρωσι τὴν καροῦχαν, καὶ ὁμοῦ σύροντες οὐκ ἴσχυσαν κινῆσαι.
Τότε ὁ λαὸς ἐβόησεν· «Εἷς ὁ Θεὸς Παντοκράτωρ ὁ ποιῶν θαυμάσια μόνος ἐπὶ τὸν Ἅγιον Στέφανον τὸν Πρωτομάρτυρα τὸν μαρτυρήσαντα ἐπὶ τῷ ὀνόματί σου, Κύριε· δός μοι ἔλεος εὐχαῖς καὶ πρεσβείαις τοῦ Πρωτομάοτυρος». Τότε ὁ Ἐπίσκοπος ἦρε τὸ γλωσσόκομον ἀπὸ τῆς καρούχας καὶ ἀπέθετο αὐτὸ ἐκεῖ, ποιήσας τὸ εὐκτήριον ἐπὶ μῆνας πέντε, παραμείναντος αὐτοῦ μετὰ πολλῆς ἀσφαλείας· κατέθετο δὲ αὐτὸν ὁ μακάριος Ἐπίσκοπος Μητροφάνης μηνὶ Αὐγούστῳ δευτέρᾳ. Ἰάσεις δὲ πολλαὶ καὶ δυνάμεις ἐγένοντο ἐπὶ τῶν ἀσθενούντων ἐν ταῖς ἡμέραις ἐκείναις ἐπὶ τὸν λαὸν τὸν παραμένοντα ἐπὶ τὸ ἅγιον λείψανον. Ὁ δὲ Ἐπίσκοπος Μητροφάνης ἀπηύθυνε πρὸς τὸν λαόν του παραμένοντα ἐπὶ τὸ λείψανον τοῦ Ἁγίου ἐνδόξου Πρωτομάρτυρος Στεφάνου τὸν ἑξῆς περισπούδαστον ἐγκωμιαστικὸν λόγον.