Πάλιν δὲ ἀποτολμήσας ἐγὼ εἶπον· «Ἵνα τί, Κύριε, ὁ εἷς κάλαθος χρύσεος, καὶ ἄλλος ἀργύρεος; Καὶ ἵνα τί εἷς ρόδα γέμει, καὶ ὁ ἕτερος κρόκον;». Καὶ λέγει μοι ὁ Ἅγιος Στέφανος· «Ὁ ἀργύρεος κάλαθός ἐστι τοῦ κυρίου Νικοδήμου, ἐπειδή, καθαρὸς ὢν τῷ σώματι καὶ λαμπρὸς τὴν ψυχὴν ὥσπερ ὁ ἄργυρος, ἐν τῷ τοῦ Θεοῦ Ναῷ ἀνετρέφετο γυναῖκα μὴ ὁρῶν εἰμὴ τὴν ἑαυτοῦ μητέρα μόνον καὶ διὰ τοῦτο κρόκον γέμει εὐωδίας πεπληρωμένον». Καὶ οὕτω πάλιν ἐξαναστάς, ηὐχαρίστησα τῷ φιλανθρώπῳ Θεῷ. Καὶ τῇ ἄλλῃ Παρασκευῇ αὐτῇ τῇ ὥρᾳ κατὰ τὸ πρότερον, ὁ αὐτὸς Ἅγιος Στέφανος παρέστη ἀπειλῶν καὶ ἐμβριμώμενός μοι ἔλεγε· «Τί οὐκ ἐφρόντισας ἀνελθεῖν καὶ εἰπεῖν τῷ Ἐπισκόπῳ; πίστευε ὅτι ἐὰν μὴ ἀπέλθῃς, παθεῖν ἔχεις πολλὰ κακὰ ἃ οὐ προσδοκᾷς καὶ τὰς σάρκας σου τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς διασκορπίσω». Ὁ δὲ ταπεινὸς ἐγὼ Λουκιανὸς εἶπον πρὸς αὐτόν· «Κύριε, ἐδεήθην τοῦ Κυρίου περὶ τούτου, καὶ ἐξεδεχόμην τὴν τρίτην σου παρουσίᾳν, ἵνα οὕτω πληροφορηθεὶς κηρύξω ὑμῶν τὴν ἀποκάλυψιν».
Αὐτοῦ δὲ ἑστῶτος καὶ ἀπειλοῦντος, εἶδον ἑαυτὸν ἁρπαγέντα ἐν τῇ πόλει, καὶ πάσας τὰς ὀπτασίας ἐξηγησάμην τῷ Ἐπισκόπῳ· καὶ ἐν αὐτῇ δὲ τῇ ὥρᾳ λέγει μοι ὁ Ἐπίσκοπος· «Εἰ ταῦτα οὕτως ἑώρακας ἐν τοῖς χρόνοις ἡμῶν, καὶ ταῦτα ἐθεάσω, ἀγαπητέ, καὶ εἰ ταῦτα ἀπεκαλύφθη σοι, ἐμὲ δεῖ λαβεῖν ἐκεῖθεν τὸν βοῦν τὸν ἄρρενα, τὸν ἀροτῆρα τὸν ἁμαξικόν, τὸν ἐργάτην, καὶ ἐάσαι σου τὸ χωρίον μετὰ τῶν ὄντων καρπῶν». Ἀπεκρίθην δὲ καὶ εἶπον αὐτῷ· «Τί ἐστί μοι τὸ χωρίον, Κύριε, ἐὰν μὴ ἔχω τὸν βοῦν τὸν κάμνοντα;». Ὁ δὲ λέγει μοι· «Οὕτως ἐστίν, ἡ πόλις ἡμῶν δι’ ἁμαξίων ὑπηρετεῖται· λείπει δὲ τῷ μεγάλῳ ἁμαξίῳ εἷς βοῦς· λέγεις δὲ αὐτὸν μένειν παρὰ σοί· δίκαιον ὅμως ἐστὶν αὐτὸν μᾶλλον τὴν πόλιν ἔχειν, ἀρκοῦσι δέ σοι οἱ ἄλλοι δύο βόες μετὰ τοῦ δαμαλίου καὶ ἡ σκευὴ τοῦ μεγάλου βοὸς πρὸς καλλιέργειαν τοῦ χωρίου». Καὶ ταῦτα εἰπὼν τῷ Ἐπισκόπῳ ἐν τῇ ὁράσει, εἶδον τὸν Ἅγιον Πρωτομάρτυρα Στέφανον ἐλθόντα καὶ κατασχόντα μου τὴν χεῖρα, καὶ ἀνενέγκαντά με πάλιν εἰς τὴν αὐτὴν κώμην καὶ λέγει μοι ὁ Ἅγιος Στέφανος· «Εἴ βούλει ἡμᾶς εὑρεῖν, ζήτησον ἡμᾶς ἐν τῷ χωρίῳ τῷ λεγομένῳ Συριστὶ Λαγὰγ Ἀβραάμ· ὅπερ ἑρμηνεύται χωρίον Θεοῦ.