Ἀπόσπασμα Λόγου εἰς τὴν εὕρεσιν τοῦ τιμίου λειψάνου τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου Πρωτομάρτυρος Ἀρχιδιακόνου ΣΤΕΦΑΝΟΥ .

Καὶ οὕτως ἐάσαντες ἀπήλθομεν εἰς τὸν τόπον ὅπου αὐτῇ τῇ νυκτὶ ὤφθη ἡμῖν ὁ ἔνδοξος Πρωτομάρτυς Στέφανος. Καὶ ὀρύξαντες, εὕρομεν κατὰ πάντα τὰ ὁραθέντα ἡμῖν· καὶ τὸ ἐπίγραμμα αὐτοῦ εὕρομεν οὕτω· «Χιλιλήμ· νασουάμ· ἀβελβούς». Ὁ δὲ ἀβελβοὺς υἱὸς ἑρμηνεύεται· ἑρμηνεύεται δὲ ὁ χιλιλήμ, ἀπὸ τοῦ Συριακοῦ, ὁ Ἅγιος Στέφανος ὁ Πρωτομάρτυς τοῦ Χριστοῦ· καὶ ὁ Νασουὰμ Νικόδημος.

Ἐν αὐτῇ δὲ τῇ ὥρᾳ σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι πάντα τὰ θεμέλια τῆς γῆς καὶ το λείψανον τοῦ Ἁγίου Στεφάνου σκιρτῆσαι καὶ ἀναθάλλειν· εὐωδία δὲ μεγάλη ἐξελήλυθεν ἐκ τῆς αὐτοῦ θήκης, ὥστε εἰς ὕπνον ἡμᾶς πάντας ἐφελκυσθῆναι. Ἄγγελοι δὲ ὕμνουν, «Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη», ὅτι ἀπεκάλυψε τὸ λείψανον τοῦ Ἁγίου Πρωτομάρτυρος Στεφάνου τοῖς ἀνθρώποις· καὶ ἕως δεκάτου σημείου περικύκλῳ φθάσαι εἰς πάντα τὸν λαὸν τὴν εὐωδίαν· ἰάσεις δὲ καὶ θεραπεῖαι ἐγένοντο ἐν αὐτῇ τῇ ἡμέρᾳ ἐν τοῖς παρατυχοῦσιν ὄχλοις· καὶ οὕτως ἐδήλωσα τῷ Ἐπισκόπῳ, καὶ εὐθέως παρεγένετο μετὰ δύο συνεπισκόπων καὶ θεασάμενοι ἠγαλλιάσαντο σφόδρα· καὶ ἐκέλευσεν ἀνενεχθῆναι τὸ λείψανον τοῦ Ἁγίου καὶ ἐνδόξου Πρωτομάρτυρος Στεφάνου ἐν Ἱεροσολύμοις ἐν τῇ Ἁγίᾳ Σιών.

 

Κατάθεσις τοῦ Ἁγίου Λειψάνου ἐν Ἱεροσολύμοις καὶ μεταφορὰ αὐτοῦ ἐν Κωνσταντινουπόλει [1].

ΑΝΕΝΕΧΘΕΝΤΟΣ τοῦ ἁγίου λειψάνου ἐν Ἱεροσολύμοις Ἀλέξανδρος ὁ Συγκλητικὸς συνέθετο κτίζειν μαρτύριον ἐπ’ ὀνόματι τοῦ Ἁγίου ἐνδόξου Πρωτομάρτυρος καὶ Ἀρχιδιακόνου Στεφάνου. Πληρωθείσης οὖν τῆς οἰκοδομῆς αὐτοῦ ἐκ τῆς ἰδίας τοῦ Συγκλητικοῦ Ἀλεξάνδρου οὐσίας, πολλὰ ἐδεήθη οὗτος τοῦ Ἐπισκόπου Ἰωάννου, ἵνα κατάθηται ἐν αὐτῷ τὸ ἅγιον λείψανον. Τότε ὁ Ἐπίσκοπος Ἰωάννης τελέσας λιτανείαν κατέθετο τὸ γλωσσόκομον, ἡλώσας τίτλον ἔξωθεν· ἀπέθετο δὲ τὸν Ἅγιον Στέφανον τὸν Πρωτομάρτυρα τοῦ Χριστοῦ μετὰ πολλῆς ἀσφαλείας καὶ τιμῆς, μηνὶ Δεκεμβρίῳ ιδ’ ὑπατεύοντος τοῦ Δεσπότου ἡμῶν καὶ αὐτοκράτορος Αὐγούστου Κωνσταντίνου, ἔτει δεκάτῳ τῆς βασιλείας αὐτοῦ. Καὶ μετὰ ἔτη πέντε νόσῳ περιπεσὼν Ἀλέξανδρος ὁ Συγκλητικός, διαθήκην διαθέμενος εἰς τὴν Ἐκκλησίαν, καὶ εἰς τοὺς πτωχούς, καὶ εἰς τὴν αὐτοῦ συμβίαν, ἐνώρκισεν αὐτοὺς τῷ Θεῷ λέγων· «Ἐὰν ἀποθάνω ποιήσατε γλωσσόκομον πέρσινον, καὶ θέσατέ με ἐγγὺς τοῦ λειψάνου τοῦ Ἁγίου Πρωτομάρτυρος Στεφάνου, ἐπειδὴ τὸν οἶκον ἐγὼ ᾠκοδόμησα ἐκ τῆς ἐμῆς οὐσίας». Καὶ τοῦτο εἰπὼν ἐκοιμήθη· τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ παρὼν ὁ Ἐπίσκοπος ἅμα τῷ πλήθει τοῦ λαοῦ, συνεκόμισαν αὐτὸν ἐγγὺς τοῦ Ἁγίου Στεφάνου.


Ὑποσημειώσεις

[1] Πρὸς καλυτέραν κατανόησιν τῆς συνεχείας τοῦ λόγου συνιστῶμεν τὴν ἀνάγνωσιν τοῦ ἐν τῇ προλαβούσῃ σελίδι 31 τοῦ ἀνὰ χεῖρας τόμου Συναξαρίου τοῦ Ἁγίου, ὅπερ εἶναι εἰλημμένον ἐκ τοῦ παρόντος· δι’ ὃ καὶ θεωροῦμεν περιττὴν τὴν περαιτέρω περιληπτικὴν ἑρμηνείαν.