Ἀπόσπασμα Λόγου εἰς τὴν εὕρεσιν τοῦ τιμίου λειψάνου τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου Πρωτομάρτυρος Ἀρχιδιακόνου ΣΤΕΦΑΝΟΥ .

Τότε εἰσελθοῦσα σὺν τοῖς παισὶν εἰς τὸ πλοῖον, ἀπέπλευσαν ἀπὸ τῆς γῆς ἰδίῳ ἀνέμῳ, καὶ ἐλθόντες μέσον τοῦ πελάγους, ἄφνω γέγονε ζάλη, ὥστε τὰ κύματα ὑψωθῆναι παρὰ τὸ ἱστίον τοῦ πλοίου. Καὶ τῆς θαλάσσης κυμαινούσης δεινῶς συνείχοντο φόβῳ, ἀναστάντες δὲ πάντες προσεκύνησαν τῷ ἁγίῳ λειψάνῳ· κλαιόντων δὲ αὐτῶν καὶ ὀδυρομένων, εὐωδία μεγίστη γέγονεν ἐν τῷ πλοίῳ καὶ ὤφθη αὐτοῖς ὁ Ἅγιος Πρωτομάρτυς Στέφανος καὶ εἶπε· «Μὴ φοβεῖσθε, ἐγώ εἰμι μεθ’ ὑμῶν». Τοῦτο δὲ εἰπόντος αὐτοῦ, ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη· ὀψίας δὲ γενομένης, ἔπλεον ἐν τῷ πελάγει ἰδίῳ ἀνέμῳ· μέσον τῆς δὲ νυκτὸς φῶς ἐγένετο μέγα ἔγγιστα τοῦ λειψάνου τοῦ Ἁγίου Στεφάνου· καὶ ἀτενίσαντες πάντες εἶδον τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν καὶ τοὺς Ἁγίους Ἀγγέλους Αὐτοῦ ὑμνοῦντας καὶ λέγοντας· «Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ὅτι ηὐδόκησας ἐπὶ τὸν Ἅγιόν σου Στέφανον, τὸν μαρτυρήσαντα ἐπὶ τῷ ὀνόματί σου». Ὁ δὲ Κύριος εἶπε τοῖς Ἀγγέλοις αὐτοῦ· «Παραμείνατε τῷ ἁγίῳ λειψάνῳ· αὐτὸ γὰρ φέρει θυσίαν τῷ ὀνόματί μου». Καὶ τοῦτο εἰπὼν ἄφαντος ἐγένετο.

Πρωΐας γενομένης, ἦλθον ἐπὶ τὰ στενὰ χαλάσαντες καὶ τὸ ἅρμενον διὰ τὸν ἄρχοντα τῶν στενῶν· ἄφνω ἐγένετο σεισμὸς ἐν τῷ τόπῳ ἐκείνῳ, ὥστε σαλευθῆναι πάντα τὰ θεμέλια τῆς γῆς, ἕως οὗ παρῆλθε τὸ πλοῖον, καὶ τότε ἐκόπασεν ἡ γῆ σειομένη· οἱ δὲ δαίμονες ἔκραζον τῷ ἄρχοντι· «Διατί οὐκ ἔκαυσας τὸ πλοῖον ἐκεῖνο τὸ παρελθόν, ἀλλ’ εἴασας αὐτὸ καθ’ ἡμῶν παρελθεῖν; αὐτὸ γὰρ τὸ πλοῖον ἐπέφερε τὸν σεισμόν». Ὁ δὲ ἄρχων ἡδέως ἀκούσας, ἀπέστειλε δρόμωνας πέντε τοῦ φθάσαι τὸ πλοῖον· Ἄγγελος δὲ ἐξελθὼν ἐκ τοῦ πλοίου, ἐβύθισεν αὐτούς, καὶ ἐγένετο χαρὰ μεγάλη ἐν τῷ πλοίῳ, ὅτι ὁ Θεὸς ἦν μετ’ αὐτῶν.

Πλεύσαντες δὲ νυχθήμερα τρία ἦλθον ἐν Χαλκηδόνι, ἔνθα παρέμεινε τὸ πλοῖον εἰς τὸν λιμένα ἡμέρας πέντε· ὅσοι δὲ εἶχον δαιμόνια ἤρχοντο παρὰ τὴν θάλασσαν βασανιζόμενοι καὶ ἔκραζον λέγοντες· «Ὁ δοῦλος τοῦ Κυρίου ἦλθεν ὁ λιθοβοληθεὶς παρὰ τῶν ἀνόμων Ἰουδαίων δεινῶς ἡμᾶς μαστίζων». Τῇ δὲ χάριτι τοῦ λειψάνου αὐτὰ τὰ πνεύματα ἔκραζον· «Οὐαὶ ἡμῖν, ὅτι κατακαίει ἡμᾶς δεινῶς, ποῦ φύγωμεν τὴν ἀπειλὴν αὐτοῦ τὴν φοβεράν;». Ἐξήρχοντο δὲ ἀπὸ τῶν ἀνθρώπων δεινῶς ἐλαυνόμενα ὡς ἀπὸ πυρός· καὶ ὅσοι εἶχον ἀσθενεῖς, ἔφερον αὐτοὺς παρὰ τὴν θάλασσαν, καὶ πάντες ὑγιεῖς ἐγίνοντο, τῇ δυνάμει τοῦ Ἁγίου Πρωτομάρτυρος Στεφάνου. Κἀκεῖθεν ἀποπλεύσαντες ἦλθον ἐν Συκαῖς· ἀκούσασα δὲ πᾶσα ἡ πόλις ἔτρεχεν ἀντιπερῶσα, τῶν μὲν Χριστιανῶν χαιρόντων, τῶν δὲ Ἑλλήνων λυπουμένων, κἀκεῖθεν μεθορμήσαντες ἦλθον ἐν τῇ πόλει, ἐν τῷ ἐπιλεγομένῳ Στενῷ ἐν τῷ ζεύγματι τῆς παραθαλασσίας.


Ὑποσημειώσεις

[1] Πρὸς καλυτέραν κατανόησιν τῆς συνεχείας τοῦ λόγου συνιστῶμεν τὴν ἀνάγνωσιν τοῦ ἐν τῇ προλαβούσῃ σελίδι 31 τοῦ ἀνὰ χεῖρας τόμου Συναξαρίου τοῦ Ἁγίου, ὅπερ εἶναι εἰλημμένον ἐκ τοῦ παρόντος· δι’ ὃ καὶ θεωροῦμεν περιττὴν τὴν περαιτέρω περιληπτικὴν ἑρμηνείαν.