Ἀπόσπασμα Λόγου εἰς τὴν εὕρεσιν τοῦ τιμίου λειψάνου τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου Πρωτομάρτυρος Ἀρχιδιακόνου ΣΤΕΦΑΝΟΥ .

Ὁ δὲ ἀποκριθεὶς εἶπέ μοι· «Στέφανός εἰμι ὁ λιθοβοληθεὶς ὑπὸ τῶν ἀπίστων Ἰουδαίων ἐν Ἱερουσαλήμ· οἱ δὲ σὺν ἐμοὶ κείμενοί εἰσι Γαμαλιὴλ ὁ τὸν Παῦλον ἀναθρέψας καὶ τὸν νόμον διδάξας ἐν Ἱερουσαλήμ· καὶ οἱ ἄλλοι Νικόδημος καὶ Ἀβελβούλ».

Τῇ δὲ ἄλλῃ Παρασκευῇ κατὰ τὴν αὐτὴν ὥραν παρέστη πάλιν ὁ Ἅγιος Στέφανος τῷ αὐτῷ σχήματι λέγων· «Εἰς τὶ ἠμέλησας καὶ οὐκ ἀπῆλθες καὶ ἐξηγήσω τῷ Ἐπισκόπῳ Ἰωάννῃ τὰ λεχθέντα σοι;». Ἐγὼ δὲ ἀπεκρίθην λέγων· «Σύγγνωθι μοι, Κύριε, ὅτι ἐν μιᾷ ὥρᾳ οὐκ ἠδυνάμην τὸν τοιοῦτον Ἀρχιερέα τοῦ Θεοῦ κινῆσαι καὶ τὸν λαὸν θορυβῆσαι· ἀκούω γὰρ τῆς θείας Γραφῆς πανταχοῦ λεγούσης, ὅτι ἐπὶ δυσὶ καὶ τρισὶ μάρτυσι σταθήσεται πᾶν ρῆμα· ἀλλὰ τοῦτο ἐδεήθην παρὰ Κυρίου, ἵνα, ἐὰν ἡ ὅρασις αὕτη ἀπ’ αὐτοῦ μοι ἀπεστάλη, ἀκριβεστέραν μοι ἀποκάλυψιν δείξῃ». Ὡς δὲ τῆς θύρας ἐξῄει πάλιν ἐπανῆλθε λέγων· «Πρεσβύτερε, ἄλλο τί σοι ἔχω εἰπεῖν». Καὶ εἶπον· «Λάλει, Κύριε». Καὶ λέγει μοι· «Ὡς ὅτι ἀμφέβαλες ἐν τῇ διανοίᾳ σου λέγων ὡς ὅτι ἐὰν εὕρω αὐτούς, ἄρα τοὺς τέσσαρας ἔχω εὑρεῖν συγκεκριμένους ἐν μιᾷ θήκῃ; καὶ πῶς γνώσομαι τοῖ Ἁγίου Στεφάνου τὸ λείψανον ἀπὸ τῶν ἄλλων; οὐκ οἶδα ἐγὼ ὁ ταλαίπωρος· οὐκ ἔστι δὲ οὕτως ὡς ὑπονοεῖς, ἀλλ’ ἕκαστος ἡμῶν ἰδίαν θήκην ἔχει φανεράν». Ἐγὼ δὲ εἶπον· «Πῶς, Κύριε;».

Λέγει μοι πάλιν ὁ Ἅγιος· «Πρόσεχε καὶ δεικνύω σοι». Καὶ ἐκτείνας τὴν ἁγίαν αὐτοῦ δεξιὰν χεῖρα εἰς τὸν ἀέρα, εὑρέθη βαστάζων καλάθους τέσσαρας· τρεῖς μὲν χρυσοῦς, ἕνα δὲ ἀργύρεον· καὶ οἱ μὲν δύο χρύσεοι κάλαθοι ἔγεμον ρόδα λευκὰ καὶ ὁ τρίτος χρύσεος καλαθος ἔγεμε ρόδα πυρὰ ὡς αἷμα· ὁ δὲ ἀργύρεος κάλαθος ἔγεμε κρόκον εὐωδέστατον· συνεκεκόλλητο δὲ ὁ ἀργύρεος ἑνὶ τῶν τεσσάρων ὡς δίδυμος φαινόμενος, καὶ ὑψηλότερος τῶν ἄλλων καλάθων· ἔστησε δὲ τοὺς καλάθους, τὸν μὲν τῶν πυρῶν ρόδων ἐκ δεξιῶν πρὸς ἀνατολάς· τὸν δὲ λευκὸν πρὸς βορρᾶν· τοὺς δὲ ἄλλους κρεμαστοὺς ἀνέδειξεν ἐπάνω τῶν τοῦ βορεινοῦ καλάθων, ὡς ἀπὸ πηχῶν τριῶν· καὶ λέγει μοι ὁ Ἅγιος Στέφανος· «Εἶδες τοὺς καλάθους τούτους;». Καὶ λέγω· «Ναί, Κύριε». Ὁ δὲ Ἅγιος λέγει· «Οἱ κάλαθοι οὗτοι τὰ λείψανα ἡμῶν εἰσι καὶ αἱ θῆκαι ἡμῶν· καὶ ὁ μὲν τὰ πυρὰ ρόδα ἔχων ἐγώ εἰμι ὁ Στέφανος· αὐτὸς γὰρ μόνος ἐμαρτύρησα ὑπὲρ τοῦ Δεσπότου μου Ἰησοῦ Χριστοῦ· ὁ δὲ ἄντικρυς τοῦ προσώπου μου ὁ κύριος Νικόδημός ἐστιν ὁ τοῦ Χριστοῦ ὁμολογητής».


Ὑποσημειώσεις

[1] Πρὸς καλυτέραν κατανόησιν τῆς συνεχείας τοῦ λόγου συνιστῶμεν τὴν ἀνάγνωσιν τοῦ ἐν τῇ προλαβούσῃ σελίδι 31 τοῦ ἀνὰ χεῖρας τόμου Συναξαρίου τοῦ Ἁγίου, ὅπερ εἶναι εἰλημμένον ἐκ τοῦ παρόντος· δι’ ὃ καὶ θεωροῦμεν περιττὴν τὴν περαιτέρω περιληπτικὴν ἑρμηνείαν.