Ἀπόσπασμα Λόγου εἰς τὴν εὕρεσιν τοῦ τιμίου λειψάνου τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου Πρωτομάρτυρος Ἀρχιδιακόνου ΣΤΕΦΑΝΟΥ .

Ὁ δὲ ἀγαθὸς καὶ φιλάνθρωπος Θεός, ἔτι μᾶλλον βουλόμενος ὑψῶσαι τὸ κέρας τοῦ Χριστοῦ αὐτοῦ, τοὐτέστι το κήρυγμα τοῦ Εὐαγγελίου, ηὐδόκησε διὰ τῆς αὐτοῦ χάριτος ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἀποκαλύψαι τὸν αὐτοῦ δοῦλον, τοῦτον, λέγω, τὸν τρισμακάριον καὶ ἐνδοξότατον Στέφανον τὸν Πρωτομάρτυρα καὶ Ἀρχιδιάκονον, καὶ αὐτόπτην τῆς οὐρανίου Βασιλείας, τὸν ἐπ’ ἀγαθῆς μνήμης μακαριζόμενον· δι’ ὃ ἐν ὁράματι ταῦτα τῷ πιστῷ αὐτοῦ δούλῳ Λουκιανῷ τῷ ἱερεῖ ἀπεκάλυψεν ὡς ἐν τῇ κατωτέρῳ ἐπιστολῇ αὐτοῦ ὁ ἴδιος διηγεῖται.

Λουκιανοῦ Ἱερέως ὀπτασία τοῖς κατὰ πόλιν καὶ χώραν ἁγιωτάτοις καὶ θεοσεβεστάτοις καὶ ἐναρέτοις ἐπισκόποις καὶ πρεσβυτέροις καὶ διακόνοις ἐν Χριστῷ πεπιστευκόσι, κληρικοῖς τε καὶ ἀδελφοῖς, παρὰ Λουκιανοῦ ἐλαχίστου χαίρειν.

ΟΡΑΣΙΣ ἐκ τρίτου σημείου, ἥν περ ἀκούσαντες συναθλήσατε αὐτοῖς ταῖς θερμοτάταις καὶ ἁγίαις ὑμῶν εὐχαῖς, δοξάζοντες τὸν τοιαῦτα γνωρίσαντα ἁμαρτωλοῖς ἀνδράσιν, ὧν πρῶτος εἰμὶ ἐγώ. Περὶ τὴν ὥραν τῆς νυκτός, ὁ Θεὸς εἶδε καὶ τὸ Ἅγιον Πνεῦμα, ἔτι μου γρηγοροῦντος καὶ ὡς ἐν ἐκστάσει γενομένου, τεθέαμαι ἄνδρα τῇ ἡλικίᾳ ὑπερμεγέθη, νεοφανῆ, ὡραῖον, ἁπλότριχα, στολὴν λευκὴν ἠμφιεσμένον, ἧς τὰ γραμμεῖα ἦσαν χρυσᾶ· καὶ ἔνδον αὐτῆς σημεῖον σῖγμα, καὶ ὑποπόρφυρα· καὶ σανδάλια χρυσολώρινα ὑποδεδεμένος καὶ ράβδον χρυσῆν ἣν περιφερόμενος τῇ δεξιᾷ χειρί, ἦλθε καὶ ἔνυξέ με τῇ ράβδῳ τρίτον καὶ τὸ ὄνομά μου ἐκ τρίτου ἐκάλεσεν ἐγὼ δὲ εἶπον αὐτῷ· «Τίς εἶ, Κύριε;».

Λέγει μοι τότε ὁ φανείς· «Ἐγώ εἰμι ὁ Πρωτομάρτυς Στέφανος· ἄνελθε εἰς Ἱεροσόλυμα, εἰπὲ τῷ Ἐπισκόπῳ Ἰωάννῃ τῷ ἐκεῖσε· ἕως πότε ἐγκατάκλειστοί ἐσμεν, καὶ οὐκ ἀνοίγεις ἡμῖν καὶ κηρύττεις τὰ ἆθλα; καὶ μάλιστα ἐν τοῖς χρόνοις τῆς ἀρχιερωσύνης σου δεῖ ἡμᾶς ἀποκαλυφθῆναι· καὶ ἄνοιξον ἡμῖν ταχέως, ἵνα δι’ ἡμῶν ἀνοίξῃ ὁ Θεὸς θύραν φιλανθρωπίας τῷ κόσμῳ· κινδυνεύει γὰρ ἀπολέσθαι ἀπὸ τῶν πολλῶν ἀνομιῶν τῶν ἐπ’ αὐτῷ καθ’ ἑκάστην ἡμέραν γινομένων καὶ οὐ τοσοῦτον μέλει, λέγει μοι, δι’ ἐμαυτόν, ὅσον ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς καὶ διὰ τοὺς σὺν ἐμοὶ κειμένους Ἁγίους, καὶ ἀξίους ὄντας πολλῆς τιμῆς καὶ δόξης ὁ γὰρ ἐν ᾧ κείμεθα τόπος ἠμέληται· καὶ ποτὲ μὲν τὰ λείψανα ἡμῶν βρέχονται, ποτὲ ἡλιόκαυστα γίνονται καὶ τόπον οὐδεὶς οἶδεν». Ἐγὼ δὲ ἀπεκρίθην λέγων· «Τίς εἶ σύ, Κύριε;».


Ὑποσημειώσεις

[1] Πρὸς καλυτέραν κατανόησιν τῆς συνεχείας τοῦ λόγου συνιστῶμεν τὴν ἀνάγνωσιν τοῦ ἐν τῇ προλαβούσῃ σελίδι 31 τοῦ ἀνὰ χεῖρας τόμου Συναξαρίου τοῦ Ἁγίου, ὅπερ εἶναι εἰλημμένον ἐκ τοῦ παρόντος· δι’ ὃ καὶ θεωροῦμεν περιττὴν τὴν περαιτέρω περιληπτικὴν ἑρμηνείαν.