Ἀπόσπασμα Λόγου εἰς τὴν εὕρεσιν τοῦ τιμίου λειψάνου τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου Πρωτομάρτυρος Ἀρχιδιακόνου ΣΤΕΦΑΝΟΥ .

Ἐξυπνισθεὶς οὖν τὸ τρίτον καὶ ἐρωτήσας ποῖον ἐστὶ τὸ χωρίον, μηδενὶ δηλώσας τὸ ὅραμα ἀπῆλθον καθ’ ἑαυτὸν στοχαζόμενος· καὶ εἶδον τὸ χωρίον παμμέγεθες ἰσόπεδον, εὐθαλέστατον καὶ κατὰ τὸ μέσον αὐτοῦ βουνὸς μέγας, καὶ ἐνόμιζον ἐκεῖ εὑρίσκειν αὐτούς· καὶ οὕτως ἀνελθὼν εἰς τὴν πόλιν γνώμη ἐγένετο πρὸς τοὺς ἀξιοπίστους πρεσβυτέρους, ἵνα μὲ συμβουλεύσωσι, τὸ τί ὀφείλω ποιῆσαι· οἱ δὲ εἶπον μοι· «Οὐχ ὁρᾷς τοὺς σεισμοὺς τοὺς καθ’ ὥραν γινομένους καὶ τὴν τοσαύτην ἀβροχίαν, καὶ βούλει κρύψαι τὴν ἀποκαλυφθεῖσάν σοι ὅρασιν πρὸς σωτηρίαν τοῦ κόσμου; μὴ ἀναμείνῃς εἰπεῖν τῷ Ἐπισκόπῳ Ἰωάννῃ». Καὶ τότε προλαβόντες με εἰσῆλθον καὶ ἐμήνυσαν τῷ Ἐπισκόπῳ περὶ ἐμοῦ· ὅστις προσκαλεσάμενός με εἰς τὸ ἴδιον ταμεῖον, ἐπυνθάνετο παρ’ ἐμοῦ εἰ ταῦτα οὕτως ἔχει· καὶ οὕτως ἐξηγησάμην αὐτῷ τὴν πρώτην καὶ δευτέραν ὅρασιν φυλάξας τὸν διάλογον τοῦ βοός, ἀναμένων ἀκοῦσαί τι παρ’ αὐτοῦ· ὁ δὲ εὐθέως ἀπεφθέγξατο οὕτω λέγων· «Εὐλογητὸς Κύριος εἰ ὅλως ταῦτα ἔχει, ἃ ἐθεάσω, ἀγαπητέ· καὶ ἐν τοῖς χρόνοις ἡμῶν ηὐδόκησεν ὁ Κύριος τοὺς Ἁγίους αὐτοῦ ἀποκαλύψαι ἡμῖν· ἐμὲ δεῖ λαβεῖν ἐκεῖθεν τὸ λείψανον τοῦ Ἁγίου Πρωτομάρτυρος Στεφάνου καὶ Ἀρχιδιακόνου τοῦ Χριστοῦ τοῦ ἀθλητοῦ τῆς εὐσεβείας καὶ αὐτόπτου τῆς τῶν οὐρανῶν Βασιλείας». Οὕτω χαίρων ἐπὶ τῇ τοιαύτῃ ἀγγελίᾳ ἐπέτρεψεν ἐμοὶ κατελθεῖν καὶ ὀρύξαι εἰς τὸν βουνὸν λέγων· «Ἐπὰν εὕρῃς, φρούρησον αὐτὸς δι’ ἑαυτοῦ καὶ δήλωσον διά τινος γραμματοφόρου». Οὕτω λαβὼν τὴν τοιαύτην παραγγελίαν ὥρμησα εἰς τὴν κώμην κηρύξας πᾶσιν, ὥστε πάντας ὀρθρίσαι ἐπὶ τὸν βουνόν.

Αὐτῇ δὲ τῇ νυκτὶ ἐπιφαίνεταί μοι ὁ Ἅγιος Στέφανος καὶ λέγει μοι· «Πρεσβύτερε, μὴ θελήσῃς εἰς τὸν βουνὸν καμεῖν· οὐ γάρ εἰμι ἐκεῖ· ὁ βουνὸς γὰρ εἰς μαρτύριον ἐτέθη τοῦ ἐκεῖσε τελεσθέντος ἡμῖν κοπετοῦ· ἀλλὰ πρὸς βορρᾶν τοῦ χωρίου ζήτησον ἡμᾶς ἀπὸ τῆς ὁδοῦ κάτωθεν, μετρήσας ἀπὸ τοῦ βουνοῦ πήχεις ἑβδομήκοντα πέντε». Ὁρμήσαντες οὖν ἠβουλήθημεν πρῶτον εἰς τὸν βουνὸν ἐξελθεῖν· μονάζων δέ τις διεκώλυεν ἡμᾶς λέγων· «Τάδε καὶ τάδε ἐν ὁράματι προσετάγην σοι εἰπεῖν σήμερον, κύριε πρεσβύτα». Ἀκούσας δὲ ἐγὼ ἔγνων, ὅτι ἀληθής ἐστιν ἡ ὅρασις· ὅμως δὲ πρῶτον εἰς τὸν βουνὸν ὡρμήσαμεν· καὶ ἕως τρίτης ὥρας ὀρύξαντες, εὕρομεν στήλην μίαν λιθίνην, ἑβραϊκοῖς γράμμασι γεγραμμένην· «Ἑβραῖον δέ τινα μεταστειλάμενοι, ἐποιήσαμεν κοινῶς ἀναγνῶναι τὰ γράμματα· καὶ λέγει ἡμῖν· «Ἡ γραφὴ αὕτη τοῦ χωρίου τούτου, οὕτως ἑρμηνεύεται· κοπετὸς δικαίων, θρῆνος Ἁγίων».


Ὑποσημειώσεις

[1] Πρὸς καλυτέραν κατανόησιν τῆς συνεχείας τοῦ λόγου συνιστῶμεν τὴν ἀνάγνωσιν τοῦ ἐν τῇ προλαβούσῃ σελίδι 31 τοῦ ἀνὰ χεῖρας τόμου Συναξαρίου τοῦ Ἁγίου, ὅπερ εἶναι εἰλημμένον ἐκ τοῦ παρόντος· δι’ ὃ καὶ θεωροῦμεν περιττὴν τὴν περαιτέρω περιληπτικὴν ἑρμηνείαν.