Μετὰ ὀκτὼ ἔτη ἡ γυνὴ τοῦ Συγκλητικοῦ Ἀλεξάνδρου, ἐνθυμησαμένη ἐν ἑαυτῇ καὶ καλὸν ἡγησαμένη, τὸ τοῦ ἀνδρὸς αὐτῆς λείψανον ἀπεφάσισε ἀπαγαγεῖν ἐν Κωνσταντινουπόλει εἰς τὸ ἴδιον κτῆμα· καὶ τοῦτο βουλευσαμένη μετεκαλέσατο τὸν Ἐπίσκοπον Κύριλλον τὸν ἐν Ἱεροσολύμοις· καὶ γνώμης γενομένης αὐτοῦ, εἶπε πρὸς αὐτὸν ἡ γυνή· «Τοῦ ἀνδρός μου τὸ λείψανον χρή με ἀπαγαγεῖν ἐν Κωνσταντινουπόλει εἰς τὸ ἐμὸν κτῆμα». Ὁ δὲ Ἐπίσκοπος Κύριλλος εἶπεν αὐτῇ· «Οὐ δύνῃ τοῦτο ποιῆσαι καὶ τὸν λαὸν θορυβῆσαι». Ἡ δὲ γυνὴ εἶπε τῷ Ἐπισκόπῳ· «Οὐ θέλεις δοῦναί μοι τοῦ ἀνδρός μου τὸ λείψανον;». Ὁ δὲ Ἐπίσκοπος εἶπεν· «Οὔ». Τότε ἡ ἐλευθέρα κλαίουσα ἀπῆλθεν εἰς τὸν οἶκον αὐτῆς· καὶ ἀπέστειλε γράμματα πρὸς τὸν ἑαυτῆς πατέρα, γράφουσα οὕτως· «Ἡ γνησία σου θυγάτηρ Ἰουλιανὴ τῷ ἐμῷ πατρὶ χαίρειν· τὰς πρεπούσας τιμὰς προσάγω παρακαλοῦσα, ὑποδέξασθαι καὶ παρασχεῖν μοι, οὐ λόγον κολακείας πεπληρωμένον, ἀλλ’ ἐπουρανίων μυστηρίων μηνυτικόν οὐδὲ συνθέτοις λόγοις ρητορικῶν πιθανότητα περιεχόντων, ἀλλὰ παράκλησιν πρὸς τὸν ἐμὸν Πατέρα καὶ Δεσπότην, ἐπειδὴ βίαν πάσχω ὑπὸ τῶν ἀρχόντων ὡς χήρα χάριν γάμου· σπούδασον, ἵνα ἔλθω ἐγώ, καὶ ἀγάγω καὶ ἐμοῦ ἀνδρὸς τὸ λείψανον ἐν Κωνσταντινουπόλει εἰς τὸ ἐμὸν κτῆμα· σπεῦσον οὖν λαβεῖν σάκραν καὶ πέμψαι αὐτὴν τῷ Ἐπισκόπῳ Κυρίλλῳ ἐν Ἱεροσολύμοις». Ὁ δὲ ἔλαβε τὴν σάκραν παρὰ Κωνσταντίνου τοῦ μεγάλου βασιλέως μηνὶ Ἰανουαρίῳ ιδ’ ὀλυμπιάδος τρίτης, ἐν ὑπατίᾳ τοῦ αὐτοῦ Δεσπότου ἡμῶν Κωνσταντίνου αὐτοκράτορος Αὐγούστου.
Ἀποσταλείσης τῆς σάκρας ἐδόθη αὕτη τῷ Ἐπισκόπῳ Κυρίλλῳ ἐν Ἱεροσολύμοις, ὅστις λαβὼν καὶ ἀναγνοὺς αὐτὴν καὶ μὴ δυνάμενος ἀντειπεῖν, πέμψας πρὸς τὴν ἐλευθέραν εἶπε· «Πῶς δυνάμεθα τοῦτο ποιῆσαι; ἐπειδὴ οὐκ οἴδαμεν ποῖόν ἐστι τὸ γλωσσόκομον τοῦ Ἁγίου Πρωτομάρτυρος Στεφάνου, ἢ ποῖόν ἐστι τοῦ ἀνδρός σου καὶ οὐκ οἶδα τί ποιήσω. Πλὴν ὕπαγε, εὐτρέπισον τὰ ἐν τῇ ὁδῷ καὶ μήνυσόν μοι, καὶ ἐγὼ νυκτὸς δώσω σοι τὸ γλωσσόκομον τοῦ ἀνδρός σου». Ἡ δὲ εὐτρεπίσασα τὰ ἐν τῇ ὁδῷ ἀπῆλθεν εἰς τὸν Ἐπίσκοπον ἐν τῇ Ἐκκλησίᾳ· ὀψίας δὲ γενομένης βαθείας, κατῆλθον εἰς τὸ εὐκτήριον ἔνθα κατέκειτο τὸ λείψανον τοῦ Ἁγίου Στεφάνου· ἀνοίξαντες δὲ τὴν θήκην, εὗρον γλωσσόκομα δύο· ὁ δὲ Ἐπίσκοπος λέγει τῇ γυναικί· «Οὐκ οἶδα ἐγὼ ὁ ταπεινὸς ποῖόν ἐστι τὸ γλωσσόκομον τοῦ Ἁγίου Πρωτομάρτυρος Στεφάνου». Ἡ δὲ γυνὴ εἶπε τῷ Ἐπισκόπῳ· «Ἐγὼ οἶδα τὸ γλωσσόκομον τοῦ ἀνδρός μου, ἐπειδὴ ἐγὼ ἐποίησα αὐτό». Τότε ἀκούσας ὁ μακάριος Ἐπίσκοπος ἐκέλευσεν αὐτὴν ἆραι οἷον οἶδε· καὶ ὁρμήσασα περιεπλάκη τῷ λειψάνῳ τοῦ Ἁγίου Πρωτομάρτυρος Στεφάνου· καὶ ἀροῦσα ἀπέθετο τοῦτο εἰς τὸ λεκτίκιον· καὶ συνταξαμένη τῷ Ἐπισκόπῳ ἀπῄει χαίρουσα.