Δι’ ὅλης οὖν τῆς νυκτὸς ὕμνος ἀγγελικὸς ἐγένετο ἐν τῇ ὁδῷ· καὶ ὀσμὴ μύρου εὐωδίας ἐξήρχετο· ἔκραζον δὲ τὰ πνεύματα· «Οὐαὶ ἡμῖν, ὅτι ὁ Στέφανος διέρχεται δεινῶς ἡμᾶς μαστίζων πυρί». Ἡ δὲ ἐλευθέρα εἰς τὸ βαστέρνιον αὐτῆς ἐκαθέζετο· καὶ οἱ παῖδες περιπατοῦντες ἔμπροσθεν τοῦ λεκτικίου ἐδειλίασαν σφόδρα λέγοντες· «Τί τοῦτο τὸ συμβὰν ἡμῖν ὅτι τὰ πνεύματα κράζουσιν ἔμπροσθεν ἡμῶν περὶ τοῦ Ἁγίου Στεφάνου· μὴ ἆρα αὐτός ἐστι καὶ οὐκ οἴδαμεν; ἐπειδὴ γὰρ πλῆθος Ἀγγέλων ἔμπροσθεν ἡμῶν θεωροῦμεν, καὶ φόβῳ συνεχόμεθα, κυρία μου δέσποινα τί ποιοῦμεν; οὐκ ἔστι τοῦ ἀνδρός σου τὸ λείψανον τοῦτο, ἀλλ’ ἔστι τοῦ Ἁγίου Στεφάνου». Τότε ἡ ἐλευθέρα ἀκούσασα ἡσύχασε καὶ κλαίουσα παρήγγειλε τοῖς παισὶν αὐτῆς ὅτι· «Μηδενὶ λέγετε τὸν φόβον τοῦτον καὶ τὰ ὁραθέντα ἡμῖν ἐν τῇ ὁδῷ· ἀλλ’ ἐάν τις ἐρωτᾷ ἐν χώρᾳ ἢ ἐν πόλει, τίνος ἐστὶ τὸ λεκτίκιον τοῦτο, λέγετε ὅτι τῆς ἐλευθέρας ἐστί, καὶ ἀπέρχεται ἐν Κωνσταντινουπόλει». Ἐν αὐτῇ τῇ νυκτὶ διῆλθον Μονὰς τρεῖς, τὴν δὲ ἡμέραν ἡσυχάσαντες, πάλιν ἑσπέρας βαθείας ὁδευόντων αὐτῶν Ἄγγελοι συνεπορεύοντο αὐτοῖς καὶ ἔλεγον· «Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ὅτι ἀπεκάλυψεν ὁ Θεὸς ἐν τῇ ὁδῷ τοῖς παισὶ τοὺς Ἀγγέλους αὐτοῦ, τοῦ διαφυλάττειν αὐτούς». Τῇ δὲ μέσῃ τῆς νυκτὸς ἔκραζον τὰ πνεύματα λέγοντα· «Τίς ὁ διερχόμενος καὶ μαστίζων ἡμᾶς; οὐ φέρομεν τὴν δύναμιν τοῦ ἁγίου τούτου λειψάνου, ὅτι πῦρ ἐστι καὶ κατακαίει ἡμᾶς δεινῶς». Ἰάσεις δὲ καὶ δυνάμεις ἐγίνοντο ἐν τῇ ὁδῷ καὶ ἀγγελικῇ δυνάμει ἔτρεχον τὰ ζῷα ἐν αὐτῇ, μὴ φέροντα τὴν βίαν τοῦ Ἁγίου καὶ ἐνδόξου Πρωτομάρτυρος Στεφάνου.
Φθάσαντες εἰς Ἀσκάλωνα, καὶ εὑρόντες πλοῖον ἀπερχόμενον ἐν Κωνσταντινουπόλει, μετεκαλέσατο ἡ γυνὴ τὸν ναύκληρον, καὶ ἔδωκεν αὐτῷ χρυσίνους πεντήκοντα εἰποῦσα ὅτι· «Μυστήριον ἔχω σοι εἰπεῖν καὶ μὴ ἀντείπῃς μοι· γλωσσόκομον ἔχω τοῦ ἀπαγαγεῖν ἐν Κωνσταντινουπόλει· καὶ ἐὰν τοῦτο ποιήσῃς, ἔχεις τὸν μισθὸν παρὰ τοῦ Παντοκράτορος Θεοῦ». Ὁ δὲ ναύκληρος εἶπε· «Κυρία μου Δέσποινα, εἴσελθε εἰς τὸ ἴδιόν σου πλοῖον· οὐ γὰρ βούλομαι ἀντειπεῖν τῇ ἐμῇ κυρίᾳ, ὅτι ὁ Πρωτομάρτυς Στέφανος σύν σοί ἐστι, καὶ ἐν αὐτῷ ἡ ἐλπίς μου· ὅτι εἶδον οἱ ὀφθαλμοί μου παράδοξα σήμερον. Δεῦρο, κυρία μου, ἀνάβηθι εἰς τὸ πλοῖον· μέλλομεν γὰρ καλῶς πλεῦσαι τῇ τοῦ Θεοῦ δυνάμει καὶ τοῦ ἁγίου τούτου λειψάνου».