Ὁ δὲ Ὅσιος Ἀκάκιος, ἐγγὺς τῶν ἑκατὸν ἐτῶν γενόμενος, μικρὸν ἀσθενήσας μετὰ τὴν διὰ τὸ Μαρτύριον ἀποδημίαν τοῦ Ὁσιομάρτυρος Παχωμίου, ἀπῆλθε πρὸς Κύριον κατὰ τὸ ͵αψλ’ (1730) ἔτος, Ἀπριλίου ιβ’ (12ην), προγνωρίσας καὶ αὐτὸν τὸν θάνατον καὶ εἰπὼν εἰς Μοναχόν τινα, Ἀθανάσιον ὀνόματι, ἐλθόντα ἀπὸ τῆς Ἁγίας Ἄννης ἵνα λάβῃ τὴν εὐχήν του· «Πηγαίνω τώρα, Ἀθανάσιε, ὁδὸν μακρὰν καὶ πλέον ἐδῶ δὲν βλέπομεν ἀλλήλους». Συνέτρεξε δὲ πλῆθος ἄπειρον εἰς τὴν μακαρίαν αὐτοῦ τελευτὴν καὶ πάντες ἐθρήνουν τὴν τούτου στέρησιν· οὗ ταῖς ἁγίαις πρεσβείαις ἀξιωθείημεν καὶ ἡμεῖς τῆς Βασιλείας τῶν οὐρανῶν. Ἀμήν.