Εἰπέτε ἀκόμη εἰς ἡμᾶς αὕτη ἡ πρὸ τῶν ὀφθαλμῶν ἡμῶν ἐν τῷ τάφῳ κειμένῃ κόνις, αὕτη ἡ δυσωδία καὶ τὰ ὀστᾶ καὶ τὰ σώματα, τὰ ὁποῖα κεῖνται ἐδῶ, εἶναι ἐκείνων τῶν νέων καὶ νεανίδων, ὅπου ἠγαπούσατε ποτέ; Αὕτη εἶναι ἡ σάρξ ἐκείνη ὅπου ἐνηγκαλίζεσθε τότε καὶ ἀκολάστως ἐφιλεῖτε; Οὗτος ὁ βρῶμος, ἐκεῖνο τὸ πρόσωπον εἶναι, ὅπερ νυκτὸς καὶ ἡμέρας ἀχορτάστως ἀπελαμβάνετε; Αὕτη ἡ ὕλη ἡ ρυπαρά, ἡ σάρκα ἐκείνη εἶναι, τὴν ὁποίαν ἐνηγκαλίζεσθε ἄλλοτε καὶ ἡμαρτάνετε;».
Ταῦτα ἡμῶν ἐρωτώντων νοοῦμεν ἔσωθεν ἡμῶν τὴν ἀπόκρισιν ἐκείνων λέγουσαν· «Βλέπετε ἀκριβῶς καὶ πιστεύσατε οἱ ἐν σαρκὶ ὄντες καὶ οἱ ἐν βίῳ τῷ ματαίῳ· γνωρίσατε, ὅταν εἰς τὰς κλίνας σας ἀφήνετε τὰς συμβίας σας καὶ μετὰ τῶν πορνῶν συμπλέκεσθε· ὅταν εἰς τὸν βόρβορον ἐγκυλίεσθε, γνωρίσατε, ὅτι ὅλα τὰ μέλη ὅπου κατασπάζεσθε, δυσωδίαν καὶ κοπρίαν φιλεῖτε. Μάθετε, ὅτι ὁπόταν τὴν ἐπιθυμίαν εἰς αὐτὰ ἐξανάπτετε, σκώληκα καὶ σαπρίαν ἐπιθυμεῖτε. Μὴ πλανᾶσθε, ὦ νέοι καὶ νεάνιδες ἄγνωστοι, εἰς τὸ μάταιον κάλλος τῆς νεότητος· ὅτι καὶ σεῖς, καθὼς ἡμᾶς τοὺς σεσαπημένους νεκρούς, ὁποῦ βλέπετε θέλετε γίνει. Καὶ ἡμεῖς ἐν τῷ κόσμῳ ὄντες ποτὲ καὶ ἐφαντάσθημεν, καὶ ἐστολίσθημεν καὶ ἐμερίσθημεν, καὶ ἠγαπήσαμεν, καὶ ἀπολαύσαμεν, καὶ ἐχάρημεν, καὶ τώρα, ὡς βλέπετε, εἰς πηλὸν καὶ δυσωδίαν ὅλα κατήντησαν. Λοιπὸν μὴ πλανηθῆτε, ἀλλὰ παρ’ ἡμῶν τῶν προλαβόντων καὶ ἐν τῷ τάφῳ κειμένων διδάχθητε καὶ σωφρονισθῆτε καὶ πιστεύσατε, ὅτι εἶναι ἐν τῷ ᾅδῃ κρίσις καὶ κόλασις ἀτελεύτητος· εἶναι σκότος ἀφώτιστον, καὶ γέεννα, καὶ σκώληξ ἀκοίμητος, εἶναι κλαυθμὸς ἀσίγητος καὶ βρυγμὸς ὀδόντων ἀκατάπαυστος, εἶναι θλῖψις ἀθεράπευτος, καὶ κρίσις ἀπροσωπόληπτος, καὶ εἶναι ὑπηρέται ἀσυγχώρητοι, καὶ πένθος πικρὸν καὶ αἰώνιον».
Ταῦτα εἰ καὶ μὴ διὰ λόγων, ἀλλὰ διὰ πραγμάτων πρὸς ἡμᾶς, ἀδελφοί, οἱ ἐκεῖ προλαβόντες διδάσκουσιν, τὰ ὁποῖα ἡμεῖς ἐνθυμούμενοι, διψῶμεν ὡς ὕδωρ πικρὸν νὰ μάθωμεν ἢ νὰ ἀκούσωμεν ἢ νὰ γνωρίσωμεν, τὸ ποῦ ἄρα εὑρίσκονται αἱ τούτων ψυχαί, ἢ ἄνω ἢ κάτω, ἢ ἄρα νῦν βλέπουσιν ἡμᾶς ἐκεῖνοι ἢ ὅταν ὑπάγωμεν ἡμεῖς ἐκεῖ θὰ εὕρωμεν αὐτοὺς καὶ θὰ τοὺς γνωρίσωμεν; Ἀλλὰ οὐδεὶς ταῦτα γνωρίζει, διότι οὐδεὶς ἐκεῖθεν ἐπέστρεψεν, ἵνα ὁμιλήσῃ περὶ τῶν ἐκεῖ, πῶς εἶναι· ἀλλὰ ἀπετείχισεν αὐτὰ ἀπὸ ἡμᾶς ὁ Θεὸς καὶ ἀπέκρυψεν, ἕως οὗ καὶ ἡμεῖς ἀπέλθωμεν καὶ ἀπολάβωμεν τῶν ἐκεῖ, ὁπόταν ἐκ νεκρῶν ἀναστῶμεν ἅπαντες, καὶ παρασταθῶμεν, καὶ ἐξομολογηθῶμεν, καὶ δώσωμεν λόγον εἰς ἐκεῖνο τὸ μέγα καὶ ἀδιήγητον Κριτήριον.