Λόγος εἰς κοιμηθέντας ἐν Χριστῷ ἀδελφούς, ἀναγινωσκόμενος τῷ Σαββάτῳ τῶν ψυχῶν, τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀναστασίου τοῦ Σιναΐτου, Ἀρχιεπισκόπου τοῦ Ἁγίου Σινᾶ Ὄρους, διεσκευασμένος κατὰ τὴν φράσιν.

Ταῦτα πολλάκις τοῦ τελευτῶντος πρὸς ἡμᾶς διαλεγομένου, ἔξαφνα δένεται ἡ γλῶσσα αὐτοῦ, ἀλλοιοῦνται οἱ ὀφθαλμοί, χάνεται ὁ νοῦς, σιγᾷ τὸ στόμα, κωλύεται ἡ φωνή. Ὁπόταν αἱ Δεσποτικαὶ Δυνάμεις ἔλθωσιν. Ὅταν αἱ φοβεραὶ Στρατιαὶ φθάσωσι καὶ καλῶσι τὴν ψυχὴν ἐκ τοῦ σώματος, ὅταν οἱ ἀπαρακάλεστοι ὑπηρέται εἰς τὸ Κριτήριον βιαίως ἀποφέρωνται, ἐμβλέψας πρὸς αὐτοὺς ὁ ταλαίπωρος ἄνθρωπος, ἢ βασιλεὺς εἶναι, ἢ δυνάστης καὶ τύραννος, ἢ κοσμοκράτωρ, ὅλος τρέμει ὡς φύλλον ὑπὸ ἀνέμου, ὅλος σπαράσσεται καὶ ἐξίσταται, βλέπων Δυνάμεις φοβερὰς καὶ μορφὰς ξένας καὶ δυνατάς, βλέπων πρόσωπα τρομακτικὰ καὶ αὐστηρά, βλέπων τάξιν, τὴν ὁποίαν οὐδέποτε εἶδε καὶ πρὸς ἑαυτὸν ἐννοῶν λέγει· «Εὐλογητὸς ὁ μόνος ἀθάνατος καὶ αἰώνιος Βασιλεύς. Τί εἶναι πρὸς ταῦτα τὰ βασίλεια, ἡ ἐπίγειος βασιλεία; τί εἶναι ἡ ἐξουσία τῶν ἀνθρώπων ἡ ματαία καὶ ἀπάνθρωπος; Ἰδοὺ ἀληθῶς Στρατιαὶ αἱ οὐράνιαι· ἰδοὺ μορφαὶ φοβεραὶ τοῦ μόνου φοβεροῦ· ἰδοὺ ὑπηρέται δυνατοὶ τοῦ μόνου δυνατοῦ Θεοῦ».

Ταῦτα ὁ τότε φερόμενος βλέπων μόνον, πρὸς ἡμᾶς πλέον δὲν ἀτενίζει, ἀλλὰ πρὸς τὰς Δυνάμεις ὅπου τὸν κράζουσι βλέπει καὶ ἐξίσταται. Ἴσως δὲ καί τινας δεήσεις ὑποψιθυρίζων, καθὼς ἡ γλῶσσα δύναται, παρακαλεῖ αὐτούς· ἀπὸ τῶν ὁποίων λογίων καὶ σχημάτων πολλάκις οἱ παραστεκόμενοι νοοῦμεν ὅτι τὰς Δεσποτικὰς Δυνάμεις βλέπει καὶ ὅλοι περίτρομοι γενόμενοι φρίττομεν καὶ νεύματα πρὸς ἀλλήλους ποιοῦντες λέγομεν· «Ἡσυχάσατε παρακαλῶ, ἡσυχάσατε, καὶ τὸν κατακείμενον μὴ ἐνοχλήσετε· σιωπήσατε καὶ μὴ ὁμιλεῖτε, ἵνα μὴ αὐτὸν θορυβήσετε· μὴ θρηνήσετε, ἵνα μὴ αὐτὸν ταράξετε. Προσεύξασθε, ἵνα μετὰ εἰρήνης ἡ ψυχὴ αὑτοῦ ἐξέλθῃ· δεήθητε ἵνα τόπον ἀνέσεως λάβῃ· προσεύξασθε, ἵνα φιλανθρώπους Ἀγγέλους ἔχῃ· προσπέσατε, ἵνα ἐν ἡμερότητι τὸν Δεσπότην εὕρῃ· εὐωδίαν θυμιάσατε, ὅτι Ἀγγελικὴν παρουσίαν εἶδε· παρακαλέσατε, ὅτι εἰς μέγαν κόπον τώρα παραστέκεται· προσέξατε, ὅτι καὶ σεῖς τοῦτο μέλλει νὰ πάθετε· ἐμβλέψατε καὶ τοῦ Μυστηρίου τούτου μὴ ἀστοχήσετε, ἀλλὰ περὶ τῆς ὥρας ταύτης φροντίσατε».

Διότι τί εἶναι ὁ ἄνθρωπος; Οὐδέν σκώληξ, τέφρα, σκιὰ καὶ ὄνειρον. Ἴδε, διέβη καὶ ἀπῆλθεν, ἔπαυσε καὶ κατεσίγησεν ἐκεῖνος ὁ πολύς, ὁ ἀνδρειωμένος, ὁ τύραννος, ὁ δυνάστης, ὁ ὑψηλός, ὁ εἰς πάντας φοβερὸς κεῖται ὡς πρόβατον. Ἴδε, ἀπῆλθε καὶ παρῆλθεν, ὁ φανεὶς ὡς μὴ φανείς· ὁ δένων ἐδέθη καὶ ἰδοὺ τὸν ὑπάγουσιν· «Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτῶν» (Ψαλμ. ρμε’ 4).