Λόγος εἰς κοιμηθέντας ἐν Χριστῷ ἀδελφούς, ἀναγινωσκόμενος τῷ Σαββάτῳ τῶν ψυχῶν, τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀναστασίου τοῦ Σιναΐτου, Ἀρχιεπισκόπου τοῦ Ἁγίου Σινᾶ Ὄρους, διεσκευασμένος κατὰ τὴν φράσιν.

Λοιπὸν παρακαλῶ, μὴ μόνον ἀκροατὴ τῆς διδαχῆς γενώμεθα, ἀλλὰ καὶ ποιηταί. Ἐὰν λοιπόν τις μετὰ τὴν ἀκρόασιν τῶν λόγων τούτων, συνήθειαν πονηρὰν πορνείας ἔχων, τὴν ἀπέρριψεν, οὗτος ὄντως καλὸς ἀκροατής. Ἐάν τις κατανυγεὶς εἰς τοὺς λόγους τούτους, καὶ ἐλεήμων, καὶ εὐμετάδοτος γένηται, οὗτος καλὸς ἀκροατής. Ἂς κάμνωμεν λοιπὸν καὶ ἡμεῖς οὕτως, ἵνα μὴ γίνῃ εἰς κρῖμα ἡμῶν ἡ ἀνάγνωσις αὕτη, ὅτι ἀκούομεν καὶ δὲν ποιοῦμεν. Διότι ἐὰν ὁ θάνατος τοῦ ἀδελφοῦ σου δὲν σὲ σωφρονίσῃ, οὐδεὶς δύναται νὰ σὲ σωφρονίσῃ. Ἐὰν νεκρὸν βλέπων δὲν μετανοήσῃς, πότε λοιπὸν θέλεις ἐπιστρέψει; Καὶ ἐὰν ἀπὸ τὰ νῦν λεγόμενα δὲν κατανυγῇς, οὐδέποτε θέλεις ἀποχωρισθῆ τῆς ἁμαρτίας. Ταύτην, ἀγαπητοί, τὴν τῶν θείων λογίων τράπεζαν οἱ προαπελθόντες πρὸς Χριστὸν ἀδελφοὶ ἡμῶν παρέθηκαν. Ταῦτα τὰ ζωοποιὰ φαγητὰ ἡτοίμασαν δι’ ἡμᾶς. Τοῦτον τὸν οἶνον ἐκέρασαν εἰς ἡμᾶς. Ταύτην εἰς ἡμᾶς τὴν εὐφροσύνην καὶ τὴν σωτηρίαν ἐχάρισαν, ὅπως ταῦτα μελετῶντες ἐν νυκτί, καὶ ἐν ἡμέρᾳ καὶ πάσῃ ὥρᾳ ἐν Ἐκκλησίαις καὶ ἐν ἀγοραῖς, εἰς οἴκους καὶ ἐπὶ τραπέζης, εἰς κλίνας καὶ εἰς λουτρά, εἰς φυλακάς, εἰς συμπόσια καὶ εἰς συνέδρια, δυνηθῶμεν νὰ ἀποχωρισθῶμεν τῆς πονηρᾶς ἀμελείας καὶ νὰ ἐπιστρέψωμεν τὰς ψυχὰς ἡμῶν πρὸς μετάνοιαν. Καὶ κἂν ἀπὸ τοῦ νῦν νὰ ἀποχωρισθῶμεν τῶν ἀνομιῶν ἡμῶν, καὶ νὰ παρακαλέσωμεν τὸν Δεσπότην Χριστόν, ἵνα τῆς τῶν οὐρανῶν Βασιλείας τύχωμεν, Χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

              

ΕΠΙΣΤΡΟΦΗ