ΤΙ τοῦτο σήμερον, ἀγαπητοί, σπουδαίως ὁμοῦ ἐσυνάχθημεν; Διότι ἐκάλεσαν, ἡμᾶς οἱ πρὸς Χριστὸν καλεσθέντες ἀδελφοί· διὸ καὶ προσέλθωμεν πρὸς Χριστοῦ ὑμνῳδίαν, ὅτι ἀνέστησαν ἡμᾶς, ἵνα ποιήσωμεν δοξολογίαν ἐπὶ τῆς γῆς, οἱ μετὰ Ἀγγέλων δοξολογοῦντες ἐν οὐρανοῖς· καὶ χοροὺς συνέστησαν, καὶ τράπεζαν ἡμῖν πνευματικὴν παρέθεσαν οἱ τῆς τρυφῆς τοῦ Παραδείσου χορταζόμενοι, οἱ τῆς ἐκεῖσε ἐμπεπλησμένοι ἀναπαύσεώς τε καὶ παρακλήσεως καὶ φῶτα ἤναψαν, οἱ τὰς ἑαυτῶν καρδίας φωτίσαντες καὶ πρὸς τὸ φῶς τὸ ἄδυτον δραμόντες. Διότι ἔλαβον ἀπὸ ἡμᾶς τοὺς Ὁσίους οἱ πρὸς Χριστὸν Ὅσιοι, μετέστησαν ἀπὸ ἡμᾶς οἱ ποτὲ μεθ’ ἡμῶν εὑρισκόμενοι· μετεστάθησαν ἀπὸ ἡμᾶς οἱ καλῶς πρὸς Θεὸν ἐμπορευσάμενοι· ἀφῆκαν ἡμᾶς ὀρφανοὺς καὶ ἀπῆλθον πρὸς τὴν πατρίδα αὐτῶν· ἀφῆκαν τὴν φθορὰν καὶ πρὸς τὴν ἀφθαρσίαν ἀνῆλθον· ἔλειψαν ἐκ τοῦ κόσμου καὶ πρὸς τὸν Χριστὸν ἀνέτειλαν· ἐξῆλθον ἐκ τῆς τοῦ κόσμου ματαίας ζωῆς καὶ ἐκατοίκησαν εἰς τὴν ἄνω Ἱερουσαλήμ· ἀφῆκαν τὴν τοῦ βίου ματαιότητα καὶ ἔφθασαν εἰς τὴν ἄνω μακαριότητα· ἀφῆκαν τὰς ματαίας συγχύσεις καὶ ὥδευσαν εἰς τόπους εἰρηνικούς· ἐξῆλθον ἐκ τοῦ χειμῶνος καὶ τῆς τρικυμίας τοῦ κόσμου καὶ προσωρμίσθησαν εἰς τοὺς γαληνοὺς λιμένας· ἀφῆκαν τὴν τοῦ κόσμου ματαίαν σκιὰν καὶ πρὸς τὸν Ἥλιον τῆς δικαιοσύνης, εὐθέως ἀνέδραμον.
Διότι καὶ ὅταν ἦσαν μεθ’ ἡμῶν, ὡς μὴ ὑπάρχοντες μεθ’ ἡμῶν, τὸν νοῦν εἶχον πάντοτε πρὸς τὸν Θεόν· καὶ εὑρισκόμενοι εἰς τὴν γῆν, τὸ πολίτευμα εἶχον εἰς τοὺς οὐρανούς· καὶ ζῶντες ἐν σαρκί, δὲν ἦσαν ἐν σαρκί. Διότι δὲν εἶχον ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν ἄνω Ἱερουσαλήμ· δὲν εἶχον ὧδε πρόσκαιρον πλοῦτον, ἀλλὰ τὸν οὐράνιον πλοῦτον. Ξένοι καὶ παρεπίδημοι ἦσαν, καθὼς πάντες οἱ Πατέρες αὐτῶν· ξένοι τῶν τοῦ κόσμου πραγμάτων, ὅτι τὴν ψυχὴν αὐτῶν πάντοτε κατεστόλιζαν, τὰ ἄνω φρονοῦντες, τὰ ἄνω σκοπεύοντες· τὰς ἐκεῖ μονάς, τὰς ἐκεῖ κατοικίας, τὰ ἐκεῖ κάλλη ἐπιθυμοῦντες· τὰς ἄνω χοροστασίας, τὰς ἄνω ὑμνῳδίας, τὰς ἐκεῖ ἑορτὰς καὶ αἰώνια ἀγαθὰ καὶ Θεοῦ χαρίσματα. Πρὸς ἐκεῖνα ἐσκόπευον, πρὸς ἐκεῖνα ἔτρεχον, διὰ τοῦτο καὶ ἔτυχον. Ἐκοπίασαν, διὸ καὶ εἰσῆλθον εἰς τὴν φωτεινὴν τοῦ Νυμφῶνος κατοικίαν. Ἐπόνεσαν, διὸ καὶ εὐφραίνονται· δὲν ἠμέλησαν, διὰ τοῦτο καὶ ἀναπαύονται· ἐφρόνησαν, ὅτι τῶν τοῦ κόσμου πραγμάτων κατεφρόνησαν. Ἐξῆλθον ἐκ τοῦ κόσμου καὶ ἀπῆλθον τὴν καλὴν ὁδὸν καὶ θεάρεστον· ἐξῆλθον καὶ ἀπῆλθον εἰς τὴν χώραν τὴν ἁγίαν καὶ αἰώνιον· ἐξῆλθον ἔξαφνα, ἐπετάσθησαν ὡς χελιδόνες καλλίφωνοι· ἐπετάσθησαν ὡς τρυγόνες ἐρημικαὶ καὶ καθαρώταται· ἐχωρίσθησαν τῆς ποίμνης ἡμῶν ὡς ἀρνία καθαρά.