Τότε παραλαβόντες οἱ Ἄγγελοι τὴν ψυχήν, διὰ τοῦ ἀέρος ἀπέρχονται, ἐν ᾧ καθ’ ὁδὸν ἵστανται ἀρχαὶ καὶ ἐξουσίαι, καὶ οἱ κοσμοκράτορες τῶν ἐναντίων δυνάμεων· οἱ πικροὶ ἡμῶν κατήγοροι, οἱ σκληροὶ τελῶναι καὶ λογοθέται καὶ φορολόγοι ἐν τῷ ἀέρι συναπαντῶντες, λογοθετοῦντες, ἐξετάζοντες, ἀναφέροντες τὰ τοῦ ἀνθρώπου ἁμαρτήματα καὶ ἐπιδεικνύοντες τὰ χειρόγραφα, διὰ τὰ ἐν νεότητι καὶ ἐν τῷ γήρει, τὰ ἑκούσια καὶ τὰ ἀκούσια, τὰ δι’ ἔργων καὶ λόγων καὶ ἐνθυμήσεων πραχθέντα.
Πολὺς τότε ἐκεῖ ὁ φόβος καὶ ὁ τρόμος τῆς ἀθλίας ψυχῆς· ἀδιήγητος ἡ ἀνάγκη, τὴν ὁποίαν ἔχει τότε ὑπὸ τοῦ πλήθους τῶν μυριάδων ἐχθρῶν αὐτῆς, κρατουμένη, συκοφαντουμένη, ἐμποδιζομένη, ἵνα μὴ πρὸς οὐρανοὺς ἀνέλθῃ, ἵνα μὴ ἐν φωτὶ καὶ χώρᾳ ζώντων κατοικήσῃ. Καὶ ἡ μὲν ψυχὴ ἀποφέρεται ὑπὸ τῶν Ἁγίων Ἀγγέλων, ἡμεῖς δὲ τὸ θνητὸν σῶμα κηδεύσαντες, καὶ ὡς ξένον ἐκ τοῦ οἴκου αὐτοῦ ἐκβάλλοντες πρὸς τάφον σπουδαίως τότε τὸ φέρομεν. Καὶ ἐκεῖ βλέπομεν ἄλλο μέγα καὶ φοβερώτατον Μυστήριον, κατανοοῦντες τοὺς νεκρούς, τοὺς βασιλεῖς καὶ ἰδιώτας, τοὺς τυράννους καὶ δούλους, ὅλους εἰς χῶμα γενομένους, ὡς κονιορτὸς καὶ δυσωδία, ὡς μία σαπρία καὶ σκώληξ. Ὡς ὁ μαῦρος ἀράπης, οὕτω καὶ ὁ εὔμορφος· ὡς ὁ νέος, οὕτω καὶ ὁ γέρων· ὡς ὁ παράλυτος, οὕτω καὶ ὁ δυνατός· ὅλοι ἕνας κονιορτὸς γενόμενοι, ὅτι γῆ εἶναι, καὶ εἰς γῆν ὑπάγουν (Γεν. γ’ 19), τοὺς ὁποίους πολλάκις βλέπομεν κατακειμένους εἰς τοὺς τάφους, καὶ ὑποδεικνύομεν πρὸς ἀλλήλους μὲ τὸ δάκτυλον, λέγοντες· «Ἴδε ὁ δεῖνα καὶ ὁ δεῖνα. Οὗτος εἶναι ὁ δεῖνας βασιλεύς, οὗτος ὁ δεῖνας τύραννος καὶ οὗτος ὁ δεῖνας στρατηγός. Οὗτος ὁ τοῦ δεῖνος ἔγγονος, καὶ αὕτη τοῦ δεῖνος ἡ θυγάτηρ· αὕτη ἡ ποτὲ φανταζομένη κόρη, καὶ οὗτος ὁ ποτὲ στολιζόμενος νεανίας».
Ταῦτα πολλάκις μετὰ στεναγμοῦ, λέγομεν εἰς τοὺς τάφους καὶ δακρύομεν, καὶ βλέπομεν τὸ μέγα Μυστήριον, ὅτι πᾶσα ἡλικία ἐκεῖ κατελύθη· πᾶς ὀφθαλμὸς ἐκεῖ ἐσβέσθη, πᾶν καλλίφωνον στόμα ἐκεῖ ἐφράγη· πᾶσα γλῶσσα γοργὴ ἐκεῖ ἐσίγησεν· πᾶσα εὔμορφη ἡλικία ἐκεῖ συνετρίβη· πᾶσα ἀρχὴ τῶν ἀρχόντων ἐκεῖ ἔπαυσεν· ἐκεῖ κατέπαυσε πᾶς ὁ μάταιος κόπος καὶ μόχθος τῶν ἀνθρώπων. Ὁμιλοῦμεν καὶ οὐδεὶς ὁ προσέχων· ἐξ ὀνόματος κράζομεν τοὺς κεκοιμημένους λέγοντες· «Ποῦ ἀπήλθετε, ἀδελφοὶ ἡμῶν, καὶ πῶς εὑρίσκεσθε; Δότε εἰς ἡμᾶς ἀπόκρισιν καθὼς ὡμιλεῖτε ποτέ, ἐσεῖς οἱ ἐξ ἡμῶν τὸν κόσμον ἀφήσαντες. Ἐκάθησεν ἡ ψυχὴ εἰς τὸν τόπον αὐτῆς, ὡς τῆς ἔπρεπε κατὰ τὴν τάξιν αὐτῆς καὶ τὴν ἀξίαν;