Λαμβάνουσι τὴν χάριν ἐπίσης καὶ οἱ παρόντες καὶ οἱ ἀπόντες· ἐπαναπαύεται τὸ Πνεῦμα καὶ εἰς τοὺς ἑξήκοντα ὀκτὼ τοὺς ἐν τῇ Σκηνῇ, καὶ εἰς τοὺς δύο τοὺς ἐν τῇ παρεμβολῇ. Καὶ οἱ εὑρεθέντες ἐν τῇ Σκηνῇ καὶ οἱ καταλειφθέντες ἐν τῇ παρεμβολῇ ἐπίσης προφητεύουσιν· οἱ μέν, διότι παρίσταντο· οἱ δέ, καθότι ἐκλελεγμένοι ἦσαν καὶ καταγεγραμμένοι. «Καὶ κατελείφθησαν δύο ἄνδρες», λέγει ἡ θεία Γραφή, «ἐν τῇ παρεμβολῇ, ὄνομα τῷ ἑνὶ Ἑλδάδ, καὶ ὄνομα τῷ δευτέρῳ Μωδάδ, καὶ ἐπανεπαύσατο ἐπ’ αὐτοὺς τὸ Πνεῦμα καὶ οὗτοι ἦσαν τῶν καταγεγραμμένων καὶ οὐκ ἦλθον πρὸς τὴν Σκηνήν, καὶ ἐπροφήτευσαν ἐν τῇ παρεμβολῇ» (Ἀριθ. ια’ 26).
Τὰ τῆς Παλαιᾶς Διαθήκης τύπος εἶναι τῶν τῆς Νέας. Ὅθεν ἡ χάρις, ἡ τότε δοθεῖσα εἰς τοὺς πρεσβυτέρους, τὴν πνευματικὴν δωρεὰν ἐσήμαινεν, τὴν ὁποίαν ὕστερον ἔλαβον οἱ Ἅγιοι Ἀπόστολοι, ὡς αὐτὸς ὁ μέγας Μωϋσῆς μαρτυρεῖ, λέγων· «Καὶ τίς δῴη πάντα τὸν λαὸν Κυρίου Προφήτας, ὅταν δῷ Κύριος τὸ Πνεῦμα Αὑτοῦ ἐπ’ αὐτούς;» (Ἀριθ. ια’ 29). Καθὼς λοιπὸν ἐκεῖ ὁ Ἑλδὰδ καὶ ὁ Μωδάδ, ἀπόντες, προφητικοῦ χαρίσματος ἠξιώθησαν, οὕτω καὶ ἐνταῦθα ὁ Θωμᾶς, μὴ παρών, ἔλαβε τοῦ λύειν καὶ δεσμεῖν τὴν ἐξουσίαν. Ὁ Ἑλδὰδ καὶ ὁ Μωδὰδ ἔλαβον τὸ χάρισμα, ἐπειδὴ ἐγράφησαν ὑπὸ τοῦ Μωυσέως εἰς τὸν ἀριθμὸν τῶν ἑβδομήκοντα πρεσβυτέρων εἰς τὸν Θωμᾶν ἐδόδη ἡ Χάρις, τοῦ Παναγίου Πνεύματος, ἐπειδὴ ἦτο συγκατηριθμημένος ὑπὸ τοῦ Χριστοῦ εἰς τὸν ἀριθμὸν τῶν δώδεκα Ἀποστόλων. Ἐπειδὴ δὲ οὐχ εὑρέθη ὁ Θωμᾶς, ὅτε ἦλθεν Ἰησοῦς.
«Ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· Ἑωράκαμεν τὸν Κύριον. Ὁ δὲ εἶπεν αὐτοῖς· Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ οὐ μὴ πιστεύσω» (Ἰωάν. κ’ 25).
Πάντα, ὡς φαίνεται, διηγήθησαν εἰς αὐτὸν οἱ Μαθηταί, ἤτοι ὅτι εἶδον τὸν Κύριον καὶ τὰς χεῖρας καὶ τὴν πλευρὰν Αὑτοῦ καὶ τὰ τῶν ἥλων τυπώματα. Ἀλλὰ διατὶ τοσαύτη καὶ τοιαύτη ἀπιστία; Μέγα ἀληθῶς καὶ δυσπαράδεκτον πρᾶγμα ἡ ἀνάστασις τῶν νεκρῶν! Ἀλλ’ ὁ Θωμᾶς καὶ τὴν θυγατέρα τοῦ Ἰαείρου καὶ τῆς χήρας τὸν υἱὸν καὶ τὸν τεταρταῖον Λάζαρον εἶδεν ἀναστάντα ἐκ τῶν νεκρῶν.