Ἑρμηνεία εἰς τὸ κατὰ Ἰωάννην Εὐαγγέλιον τῆς Κυριακῆς τοῦ ΑΝΤΙΠΑΣΧΑ (Ἰωάν. κ’ 19-31), Νικηφόρου τοῦ Θεοτόκη.

Τὴν Χάριν καὶ δύναμιν τοῦ Παναγίου Πνεύματος λέγει Πνεῦμα Ἅγιον, καθὼς καὶ ἀλλαχοῦ· «Τὰ ρήματα, ἃ ἐγὼ λαλῶ, πνεῦμά ἐστιν» (Ἰωάν. ϛ’ 63), ἤτοι ἔχουσι χάριν καὶ δύναμιν πνευματικήν. Ποίαν δὲ Χάριν ἔλαβον οἱ Ἀπόστολοι; Τὴν ἐξουσίαν τοῦ λύειν καὶ δεσμεῖν τὰ ἁμαρτήματα. Τὴν χάριν ταύτην πρῶτον μὲν εἱς τὸν Πέτρον ὑπεσχέθη ὁ Σωτὴρ ἡμῶν, εἰπὼν πρὸς αὐτόν· «Καὶ δώσω σοι τὰς κλεῖς τῆς Βασιλείας τῶν οὐρανῶν· καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς» (Ματθ. ϛ’ 19). Ἔπειτα ἐπηγγείλατο αὐτὴν ὁμοίως καὶ εἰς πάντας τοὺς Μαθητὰς λέγων· «Ἀμὴν λέγω ὑμῖν. Ὅσα ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ· καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ» (Ματθ. ιη’ 18). Ταύτην τὴν ἐπαγγελθεῖσαν χάριν ἔδωκεν ὁ Κύριος μετὰ τὴν Αὑτοῦ Ἀνάστασιν ἐπίσης εἰς πάντας τοὺς Ἀποστόλους, εἰπὼν τὸ «λάβετε Πνεῦμα Ἅγιον» καὶ τὰ ἑξῆς. Διὰ δὲ τῶν Ἀποστόλων καὶ εἰς πάντας τοὺς κατὰ καιρὸν γνησίους αὐτῶν διαδόχους, ἤτοι τοὺς Ὀρθοδόξους Ἀρχιερεῖς, τὴν αὐτὴν Χάριν δίδωσιν ὁ Χριστός.

Τὴν διπλῆν ταύτην ἐξουσίαν ἔδειξεν ὁ θεηγόρος Παῦλος, γράψας πρὸς τοὺς Κορινθίους· «Ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος, σὺν τῇ δυνάμει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς (ἰδοὺ ἡ ἐξουσία τοῦ δεσμεῖν), ἵνα τὸ πνεῦμα σωθῇ (ἰδοὺ ἡ δύναμις τοῦ λύειν τὰ ἁμαρτήματα) ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου Ἰησοῦ» (Α’ Κορ. ε’ 4). Μεγάλη ἡ Χάρις! Οὐράνιον καὶ ψυχοσωτήριον δῶρον ἀληθῶς ἔλαβεν ἡ ἀνθρωπότης! Διὰ τί δὲ πρῶτον ἐνεφύσησεν ὁ δωρεοδότης, ἔπειτα τὴν Χάριν μετέδωκε; Διὰ τοῦ θείου ἐμφυσήματος ἔλαβεν ὁ ἄνθρωπος τὴν ψυχήν· «Ἐνεφύσησε, λέγει, εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν» (Γεν. β’ 7). Ἡ ψυχὴ τοῦ ἀνθρώπου ἐνεκρώθη διὰ τὴν ἁμαρτίαν κατὰ τὴν θείαν ἀπόφασιν, «ἧ δ’ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε» (αὐτ. β’ 17). Ἐνεφύσησε λοιπὸν ὁ ζωοδότης, ἵνα τὴν νενεκρωμένην τοῦ ἀνθρώπου ψυχὴν ἀναζωοποιήσῃ καὶ ἐπιδεκτικὴν κατασκευάσῃ τῆς τοῦ Παναγίου Πνεύματος Χάριτος, καὶ δείξῃ ὅτι αὐτὸς εἶναι ὁ δημιουργὸς ὁ ἐμφυσήσας εἰς τὸ πρόσωπον τοῦ ἀνθρώπου καὶ δοὺς εἰς αὐτὸν πνοὴν ζωῆς, καὶ παραστήσῃ ὅτι ὁ τότε πλάσας τὸν ἄνθρωπον, ὁ αὐτὸς εἶναι ὁ καὶ νῦν ἀναπλάττων τὴν τοῦ ἀνθρώπου ψυχήν.