Στοχασθῆτε δὲ καὶ ἄλλον λόγον· ἡμεῖς πολλάκις εἰρήνην ἔχομεν μετὰ τῶν ἄλλων ἀνθρώπων, πόλεμον δὲ μεθ’ ἑαυτῶν, τὸν ἐκ τῶν παθῶν ἡμῶν. Ἐδιπλασίασε λοιπὸν τὴν τῆς εἰρήνης μετάδοσιν, ἵνα ὄχι μόνον μετὰ τῶν ἄλλων ἀνθρώπων, ἀλλὰ καὶ μετὰ τῆς ἰδίας ψυχῆς καὶ τῆς σαρκὸς καὶ τῆς συνειδήσεως εἰρηνεύωσι πάντες οἱ εἰς αὐτὸν πιστεύσαντες. Ὅτε δὲ διὰ τοῦ κραταιοῦ τῆς εἰρήνης ὅπλου ἐναντίον παντὸς πολέμου καθώπλισε τοὺς ἰδίους Μαθητάς, τότε ἐπὶ τὸ παγκόσμιον κήρυγμα αὐτοὺς ἀπέστειλεν, εἰπών· «Καθὼς ἀπέσταλκέ με ὁ Πατήρ, κἀγὼ πέμπω ὑμᾶς» (Ἰωάν. κ’ 21).
Μέγα ἀληθῶς, ἔνδοξον, θεῖόν τε καὶ οὐράνιον τὸ ἀποστολικὸν ἀξίωμα! Καθὼς ὁ προαιώνιος Πατὴρ τὸν μονογενῆ Αὑτοῦ Υἱὸν ἀπὲστειλεν εἰς τὸν κόσμον, οὕτω καὶ ὁ μονογενὴς Αὑτοῦ Υἱὸς καὶ Θεὸς εἰς τὴν οἰκουμένην ἔπεμψε τοὺς ἑαυτοῦ Μαθητάς. Πῶς ἀπέστειλεν ὁ Πατὴρ τὸν Υἱόν; Ἐν πάσῃ ἐξουσίᾳ καὶ δυνάμει, ὡς αὐτὸς ὁ Υἱὸς ἐμαρτύρησε, λέγων· «Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου» (Ματθ. ια’ 27). Ἐν δυνάμει καὶ ἐξουσίᾳ ἐπέμφθησαν καὶ οἱ θεοφόροι Ἀπόστολοι. Ὅθεν ἀσθενεῖς ἐθεράπευον, δαιμόνια ἐδίωκον, νεκροὺς ἐξήγειρον, θαύματα ἐξαίσια εἰργάζοντο, καὶ διὰ τῆς διδασκαλίας αὐτῶν τὸν κόσμον ὅλον ὑπέταξαν. «Καθὼς ἀπέσταλκέ με ὁ Πατήρ, καγὼ πέμπω ὑμᾶς». Μέγα τὸ χάρισμα, ὑπέρτιμον τὸ δῶρον! θεόπεμπτος ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός θεόπεμπτοι καὶ οἱ Ἅγιοι Ἀπόστολοι. Διὰ τί δὲ ἀπέστειλεν ὁ Πατὴρ τὸν Υἱόν; «Εὐαγγελίσασθαι, λέγει, πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, καλέσαι ἐνιαυτὸν Κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως, παρακαλέσαι πάντας τοὺς πενθοῦντας» (Ἡσ. ξα’ 1-2)· καὶ ἀλλαχοῦ πάλιν· «οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος δι’ αὐτοῦ» (Ἰωάν. γ’ 17). Διὰ τοῦτ’ αὐτὸ λοιπὸν ἐπέμφθησαν καὶ οἱ σημειοφόροι Ἀπόστολοι, τουτέστιν, ἵνα κηρύξωσι τῆς σωτηρίας τὰ εὐαγγέλια καὶ ἐπιστρέψωσιν ἐκ τῆς πλάνης τὸν κόσμον, καὶ συγχωρήσωσι τῶν ἀνθρώπων τὰς ἁμαρτίας. Ἐπειδὴ δὲ μόνη τοῦ Παναγίου Πνεύματος ἡ δύναμις λύει τῶν ἁμαρτημάτων τοὺς δεσμούς, διὰ τοῦτο ἐπάγει ὁ Εὐαγγελιστὴς τὰ ἑξῆς τοῦ Σωτῆρος λόγια.
«Καὶ τοῦτο εἰπών, ἐνεφύσησε, καὶ λέγει αὐτοῖς· Λάβετε Πνεῦμα Ἅγιον. Ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς· ἄν τινων κρατῆτε, κεκράτηνται» (Ἰωάν. κ’ 22-23).