Χαίροις Μαρία, γλυκύτατον τῆς Ἄννης θυγάτριον· (πρὸς σὲ γὰρ αὖθις ὁ πόθος ἀνθέλκει με), πῶς ἐξεικονίσω σου τὸ σεμνότατον βάδισμα; πῶς τὴν στολήν; πῶς τοῦ προσώπου σου τὸ χάριεν; Γηραλέον φρόνημα ἐν νεάζοντι σώματι· στολὴ κοσμία, πᾶσαν θρύψιν καὶ μαλακίαν φεύγουσα· βῆμα σεμνὸν καὶ ἀτάραχον, καὶ βλακείας ἐλεύθερον· ἦθος ἐστεμμένον καὶ ἱλαρότητι σύμμικτον· ἀνδράσιν ἀπρόσιτον, καὶ μάρτυς ὁ φόβος ὁ ἐπισυμβὰς τῷ ἀσυνήθει τοῦ Ἀγγέλου προσφθέγματι· γονεῦσιν εὐήνιος καὶ ὑπήκοος· φρόνημα ταπεινὸν ἐν θεωρίαις ὑψηλοτάταις· λόγος ἱερὸς ἐξ ἀοργήτου ψυχῆς προφερόμενος· καὶ τί γε ἄλλο, ἢ ἄξιον τοῦ Θεοῦ καταγώγιον; Σὲ ἀξίως πᾶσαι αἱ γενεαὶ μακαρίζουσι, ὡς ἐπίλεκτον δόξαν τῆς ἀνθρωπότητος. Σὺ ἱερέων καύχημα, βασιλέων στήριγμα, Χριστιανῶν ἐλπίς· παρθενίας πολύφορον φύτευμα· διὰ σοῦ γὰρ τὸ κάλλος τῆς παρθενίας ὡράϊσται· «Εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου». Οἱ ὁμολογοῦντές σε Θεοτόκον εὐλόγηνται καὶ οἱ ἀρνούμενοί σε κεκατήρανται.
Ὦ ἱερὰ ξυνωρὶς Ἰωακεὶμ καὶ Ἄννα· δέχου παρ’ ἐμοῦ λόγον τουτονὶ τὸν γενέθλιον. Ὦ θύγατερ Ἰωακεὶμ καὶ Ἄννης καὶ Δέσποινα· δέχου δούλου λόγον ἁμαρτωλοῦ, ἀλλ’ ἐμπείρως βοῶντος καὶ σέβοντος, καὶ σὲ μόνην κεκτημένου χαρᾶς ἐλπίδα, τοῦ βίου προστάτιν, καὶ πρὸς τὸν σὸν Υἱὸν διαλλαγὴν καὶ σωτηρίας ἀρραβῶνα στερέμνιον· καὶ τῶν ἁμαρτιῶν διασκορπίσαις φορτίον· καὶ τὸ ἐπισκοτοῦν τῷ ἐμῷ νέφει, καὶ τὴν ὑλώδη διασκεδάσαις παχύτητα, καὶ στήσαις τοὺς πειρασμοὺς καὶ κυβερνήσαις τὸν βίον αἰσίως, καὶ πρὸς τὴν ἄνω χειραγωγήσαις μακαριότητα, λιταῖς τῶν σὲ φυσάντων καὶ παντὸς τοῦ τῆς Ἐκκλησίας πληρώματος. Γένοιτο, γένοιτο. Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ· εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, Ἰησοῦς Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ. Αὐτῷ ἡ δόξα σὺν τῷ Πατρὶ καὶ τῷ Πνεύματι, εἰς τοὺς ἀπεράντους αἰῶνας. Ἀμήν.