Συστησώμεθα ἑορτὴν ἐπὶ τῇ Γεννήσει τῆς Θεοτόκου. Εὐφραίνου Ἄννα στεῖρα ἡ οὐ τίκτουσα, ρῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα. Ἀγάλλου Ἰωακείμ, ὅτι ἐκ τῆς σῆς θυγατρὸς «Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς, τῆς παγκοσμίου σωτηρίας, Ἄγγελος». Αἰσχυνέσθω Νεστόριος καὶ τιθέτω χεῖρα ἐπὶ στόματι τὸ παιδίον Θεός, καὶ πῶς οὐ Θεοτόκος ἡ τεκοῦσα; Εἴ τις οὐ Θεοτόκον ὁμολογῇ τὴν Ἁγίαν Παρθένον, χωρίς ἐστι τῆς Θεότητος· οὐκ ἐμὸς ὁ λόγος, καὶ ἐμὸς ὁ λόγος· κλῆρον γὰρ τοῦτον ἐκ τοῦ Θεολόγου πατρὸς Γρηγορίου θεολογικώτατον δέδεγμαι. Ὦ μακάριον ζεῦγος Ἰωακεὶμ καὶ Ἄννα, καὶ ὄντως πανάχραντον· ἐκ καρποῦ τῆς κοιλίας ὑμῶν ἐγνώσθητε, καθώς φησί που ὁ Κύριος: «Ἐκ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς»· εὐαρέστως τῷ Θεῷ ἀξίως τῆς ἐξ ὑμῶν τεχθείσης ἐπολιτεύσασθε· σωφρόνως γὰρ καὶ ὁσίως πολιτευσάμενοι τὸ τῆς παρθενίας κειμήλιον προσηγάγετε, τὴν πρὸ τοῦ τόκου παρθένον, τὴν μόνην καὶ ψυχῇ καὶ νῷ καὶ σώματι ἀεὶ παρθενεύουσαν· ἔδει γὰρ ἐκ σωφροσύνης τὴν παρθενίαν βλαστήσασαν, τὸ μόνον μονογενὲς προαγαγεῖν φῶς σωματικῶς, εὐδοκίᾳ τοῦ ἀσωμάτως γεννήσαντος τὸ μὴ γεννῶν, ἀεὶ δὲ γεννώμενον, οὗ τὸ γεννᾶσθαι ὑποστατικὸν μόνον ἰδίωμα.
Ὦ πόσων θαυμάτων καὶ οἵων συναλλαγῶν ἐργαστήριον τοὐτὶ τὸ θυγάτριον γέγονε! Στειρώσεως γέννημα, παρθενία τίκτουσα, μῖξις θεότητός τε καὶ ἀνθρωπότητος, πάθους καὶ ἀπαθείας, ζωῆς καὶ θανάτου, ὡς ἂν ἐν πᾶσιν ἐκνικηθείη τὸ χεῖρον ὑπὸ τοῦ κρείττονος. Καὶ ταῦτα πάντα διὰ τὴν ἐμὴν σωτηρίαν, ὦ Δέσποινα· οὕτω γάρ με ἠγάπησας, ὡς οὐδὲ Ἀγγέλλων, οὐδέ τινος ταύτην κατεργάσασθαι κτίσεως· ἀλλ’ ὥσπερ τὴν πρώτην πλάσιν, οὕτως αὐτουργῆσαι καὶ τὴν ἀνάπλασιν. Ἐντεῦθεν χορεύω καὶ κομπάζω καὶ γέγηθα, καὶ πρὸς τὴν πηγὴν πάλιν τῶν θαυμάτων ἐπάνειμι, καὶ τοῦ τῆς εὐφροσύνης ἐμφορούμενος νάματος, τὴν κιθάραν πάλιν κινῶ τοῦ πνεύματος, καὶ θεῖον ὕμνον ᾄδω γενέθλιον.
Ὦ ζεῦγος λογικῶν τρυγόνων, Ἰωακεὶμ καὶ Ἄννα τὸ σωφρονέστατον, ὑμεῖς τὸν τῆς φύσεως νόμον τῇ σωφροσύνῃ τηρήσαντες, τῶν ὑπὲρ φύσιν κατηξιώθητε· τετόκατε γὰρ ἐν κόσμῳ Θεοῦ Μητέρα ἀπείρανδρον· ὑμεῖς εὐσεβῶς καὶ ὁσίως ἐν ἀνθρωπίνῃ φύσει πολιτευσάμενοι, τὴν ὑπὲρ Ἀγγέλους καὶ τῶν Ἀγγέλων δεσπόζουσαν νῦν θυγατέρα τετόκατε.