Σήμερον τόμον καινόν, ὁ πάντα ποιῶν κατεσκεύασε Θεὸς Λόγος, ὃν ἐκ καρδίας ὁ Πατὴρ ἐξηρεύξατο, γλώσσῃ Θεοῦ ὡς καλάμῳ τῷ Πνεύματι ἐν αὐτῷ γραφησόμενος· ὃς ἐδόθη ἀνδρὶ εἰδότι γράμματα, καὶ οὐκ ἀνέγνω· οὐ γὰρ ἔγνω τὴν Μαριὰμ ὁ Ἰωσήφ, οὐδ’ αὖ τοῦ μυστηρίου τὴν δύναμιν. Ὦ θυγάτριον Ἰωακεὶμ καὶ Ἄννης, τὸ ἱερώτατον, τὸ λαθὸν τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ· τὸ ἐν θαλάμῳ τοῦ Πνεύματος πολιτευσάμενον, καὶ τηρηθὲν ἄμωμον εἰς Νύμφην Θεοῦ καὶ Μητέρα τοῦ φύσει Υἱοῦ τοῦ Θεοῦ. Ὦ θυγάτριον ἱερώτατον, τὸ ἔτι μητρικαῖς ἀγκάλαις φερόμενον, καὶ φοβερὸν ταῖς ἀποστατικαῖς δυνάμεσιν. Ὦ θυγάτριον ἱερώτατον, τὸ μαζῷ γάλα τρεφόμενον, καὶ Ἀγγέλοις περιστοιχούμενον. Ὦ θυγάτριον θεοπόθητον, ἡ τῶν φυσάντων δόξα· σὲ γενεαὶ γενεῶν μακαρίζουσιν, ὡς ἔφης ἐπαληθεύουσα. Ὦ θυγάτριον ἀξιόθεον, τὸ κάλλος τῆς ἀνθρωπίνης φύσεως, τῆς προμήτορος Εὔας ἐπανόρθωσις· διὰ γὰρ τῆς σῆς τεκνογονίας ἡ πᾶσα φύσις ἠνώρθωται· τῶν γυναικῶν τὸ ἀγλάϊσμα· εἰ γὰρ καὶ ἡ πρώτη Εὔα ἐν παραβάσει γέγονε, καὶ δι’ αὐτῆς εἰσῆλθεν ὁ θάνατος, διακονησαμένης τῷ ὄφει πρὸς τὸν προπάτορα, ἀλλ᾽ ἡ Μαρία ἐξυπηρετησαμένη τῷ θείῳ βουλήματι, τὸν ἀπατήσαντα ὄφιν ἠπάτησε, καὶ τῷ κόσμῳ τὴν ἀφθαρσίαν εἰσήγαγεν. Ὦ θυγάτριον ἀειπάρθενον, ἀνδρὸς οὐ δεηθεῖσα πρὸς σύλληψιν· ἔχει γὰρ πατέρα ἀΐδιον ὁ ὑπὸ σοῦ κυοφορηθείς. Ὦ θύγατερ γηγενής, θεοπρεπέσιν ἀγκάλαις τὸν Κτίστην βαστάσασα· ἡμιλλῶντο οἱ αἰῶνες, ποῖος τῇ σῇ ἐγκαυχήσεται γεννήσει· ἀλλ’ ἐνίκα τῶν αἰώνων τὴν ἅμιλλαν, ἡ προωρισμένη βουλὴ τοῦ Θεοῦ τοῦ τοὺς αἰῶνας ποιήσαντος· καὶ γεγόνασιν οἱ ἔσχατοι πρῶτοι, τῆς σῆς γεννήσεως εὐμοιρήσαντες. Ὄντως τιμιωτέρα πάσης κτίσεως γέγονας· ἐκ σοῦ γὰρ μόνης ὁ Δημιουργὸς μοῖραν προσείληφε τὴν ἀπαρχὴν τοῦ ἡμετέρου φυράματος· σάρξ αὐτοῦ ἐκ τῆς σαρκός σου, καὶ αἷμα αὐτοῦ ἐκ τοῦ αἵματός σου, καὶ γάλα μαστῶν σου ἐθήλασεν ὁ Θεός.
Ὦ ἀκαταλήπτων καὶ ἀπορρήτων πραγμάτων! Σὲ προγνοὺς ὁ τῶν ὅλων Θεὸς ἀξίαν, ἠγάπησε· καὶ ἀγαπήσας προώρισε, καὶ ἐπ’ ἐσχάτων τῶν χρόνων εἰς τὸ εἶναι προήγαγε, καὶ Θεοτόκον Μητέρα καὶ τιθηνὸν τοῦ οἰκείου Υἱοῦ καὶ Λόγου ἀνέδειξε. Τὰ ἐναντία μὲν οὖν φασι τῶν ἐναντίων ἰάματα ἀλλ’ οὐκ ἐκ τῶν ἐναντίων τὰ ἐναντία, εἰ καὶ τῶν ἐναντίων ἕκαστον ὃ πέφυκε, πλέκει ἐκ περιουσίας οὗ πέφυκεν· «ὥσπερ γὰρ διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον, καθ’ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτίας», οὕτω τῶν ἀγαθῶν ὁ αἴτιος, διὰ τῶν ἐναντίων, ὃ πέφυκεν ἡμῖν κατεργάζεται· «ὅπου γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις».